Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἡ δὲ ἐδήλου γράμμασι τὸν δεσπότην· Φοίβου γὰρ ἐνεγέγραπτο. πρὸς γάρ, οἶμαι, τὴν μεταβολὴν τῆς κόρης ἀλγήσας ἐξέχεε τοὺς ὀιστούς, ἡ δὲ ἀκὶς ἑνὸς διαλυθεῖσα κρύπτεται τῇ γῇ καὶ ἐφυ- λάττετο Σελεύκῳ παραίνεσις εἰς τὸ κοσμῆσαι τὸν τόπον καὶ νομίσαι τοῦθ’ ἅπερ ἦν, ἱερὸν Ἀπόλλωνος.