Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ταυτὶ μὲν ᾄδεται, Σελεύκῳ δὲ ἡ θήρα τοῦ λόγου τὴν ἀλήθειαν ἐξέφηνεν· ὁ μὲν γὰρ κύνας ἄγων καὶ ἵππον ἐλαύνων μετῄει τὴν ἄγραν. ὡς δὲ ἧκε παρὰ τὸ δένδρον, ὃ πρότερον ἦν ἡ παρθένος, ὁ μὲν ἵππος ἑστὼς κρούει εἰς τοὔδαφος τῇ ὁπλῇ, ἡ γῆ δὲ ἀκίδα χρυσῆν ἀνέπεμψεν.