Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ γὰρ εἰ μὲν ἦν μοι χρήματα χορηγεῖν ἀποχρῶντα, καλῶς ἂν εἶχεν ἴσως ἐκείνως τὸ δίκαιον σώσαντι μὴ τὸν διὰ τοῦ λόγου κίνδυνον αἱρεῖσθαι· ἐπεὶ δὲ τὰς ἐκείνῳ μὲν τῷ τρόπῳ λειτουργίας ὑπὸ τῆς Τύχης ἀφῄρημαι, δεῖ δέ τι φανῆναι καὶ αὐτὸν φέροντα τῇ πόλει, τῷ φόβῳ τῆς σιωπῆς ἡ περὶ τὸ λέγειν τόλμα τὴν συγγνώμην ἔχει.

[*](9)

10. οἱ μὲν οὖν πολλοὶ τῶν ἐπὶ τὴν ἀκρόασιν ἡκόν- [*](R 278) τῶν τὴν μὲν παροῦσαν | τύχην τῆς πόλεως ὁρῶντες, τῆς δὲ ἄνωθεν σεμνότητος οὐδὲν εἰδότες καὶ τὰ μὲν θαυμάζοντες, τὰ δὲ οὐκ εἶναι νομίζοντες οἴονταί με τοῦ μεγέθους εὐθὺς ἅψεσθαι καὶ τῆς ἐν τούτοις οχῆς, ὥσπερ καὶ αὐτὸν ὁμολογοῦντα τοῖς μὲν νέοις νικᾶν τὴν πόλιν, τοῖς δὲ ἀρχαίοις νικᾶσθαι.