Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

δεῖ δέ με ἐκεῖνα πρότερον ἀξιώσαντα μνήμης ἔπειτα οὕτως ὑπὲρ τῶνδε λέγειν, ὥστε φανῆναι συμφωνίαν τῶν ὄντων πρὸς τὰ πάλαι καθεστῶτα καὶ ὅτι οἷς γε ἐκεῖνα προυπῆρξε, καὶ ταῦτα ὀφείλεται, ἡ δὲ νῦν λαμπρότης οὐκ ἀπὸ χειρόνων ἤρτηται.

12. Πρὶν δέ, οἵ τινες πρῶτοι κατέσχον τὴν χώραν, διδάξαι, περὶ φύσεως τε τῆς χώρας καὶ ὅπως μὲν ἀέρων εἴληχεν, ὅπως δὲ ἔχει πρὸς θάλατταν, ὅπως δὲ ὑδάτων [*](1 ἕτοιμος εἰς συγγνώμην Μο 3 ἴσως εἶχεν CBMCa Mor ἴσως om Mo 5 τὰς — 6 δέ om Ca | ἐν ἐκείνω μὲν Β 6 καὶ αὐτὸν φανῆναι UIBMoCa 9 μὴ Mor 10 τὴν om Mor | μέν inserui e BMoCa auctore Re 12 με] μετὰ Mor 13 ἅψεσθαι scripsi ex I in quo tamen ἑ in ras m2, auctore Re ἅψασθαι reliqui libri edd 15 δ’ UIM 17 τῶν νῦν ὄντων Cobet Mnem. V 106 (Coll. 102) num παρόντων? 19 ὀφεί- λεται scripsi cum Gasda ὠφείλετο libri (ὠ ex ὁ corr γρ πόλιν 21 κατεῖχον Mor | χώραν Μ πόλιν BMoCa 22 τε in ras P4 | τῆς] καὶ Ca | ἀὴρ Mor)

441
μετείληφεν, ἥτις δὲ αὕτη καρποὺς ἐκτρέφειν, καὶ ὅλως περὶ τῆς ἐνταῦθα πλεονεξίας διαλεκτέον. ὥσπερ γὰρ ἡ χώρα πρεσβύτερόν τι τῶν ἐνοικούντων, οὕτω καὶ τὴν ὑπὲρ ταύτης εὐφημίαν προτέραν εἶναι δεῖ τῆς εἰς τὸ γένος ἐσομένης.

13. Καὶ ἅμα πρῶτον καὶ μέγιστον τῆς] πόλεως ἐγκώμιον γῆς ἀρετὴ, καθάπερ, οἶμαι, νεώς, ὅταν ἐπ’ ἰσχυρὰν τὴν τρόπιν τὰ ἄλλα ᾖ συμπεπηγότα. τοῦτο δὴ πρὸ τῶν ἄλλων ἐξεταστέον.