Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἡγησάμενος δὲ τὰ μὲν αὑτοῦ διὰ τούτων ἀπειληφέναι, τὴν δίκην [*](13 Isocr. Euag. § 26 sq.) [*](1 εὐμενῆι C 4 ἐνταῦθα I sed ταῦ in ras m2 | δὲ Re 5 ὑπέσχεν Ca 6 φόνος scripsi auctore Cobeto Mnem. III 246 φθόνος libri edd 9 νεανίαν UI | ἐξέωσε ACPBMMoCa Mor 10 ἀγασθεὶς I sed ἂγ in ras m2 ᾀσθεὶς U sed ante α rasura 2 vel 3 litt 11 φόνον UI sed in hoc γρ δόλον suprascr. m2 | τῷ e τὸ corr Ι2 15 ὑπ. αὐτίκα ἀπ. εἰς Αἴγ. Mor 18 αὐτοῦ PBMMoCaI sed in hoc ’ in ‘ corr m2 24 αὑτοῦ ex αὐτοῦ corr A2I2 αὐτοῦ PUMo)
Ἀντι- γόνου δὲ ἤδη κειμένου γίνεται τὰ τοῦ πεσόντος τοῦ νενικηκότος, καὶ ὡρίζετο ἡ δυναστεία Σελεύκου λῶνί τε καὶ τοῖς κατ’ Αἴγυπτον ὄροις. καὶ χρόνος ἄρα ἐφειστήκει τίκτων ὥσπερ πάλαι τῇ πόλει τὰς ἀρχάς, οὕτω τότε τὸ μέγεθος.
καὶ γίγνεται τὸ πᾶν ὑπὸ θεοῦ. πόλις ἦν Ἀντιγόνου μὲν ἐπώνυμος, ὑπ’ γόνου δὲ πεποιημένη. τῆς δὲ νῦν οὔσης πόλεως τὸ μεταξὺ πρὸς ἐκείνην στάδιοι τετταράκοντα. ἐν ταύτῃ μετὰ τὴν νίκην ὁ Σέλευκος ἔθυε, τοῦ ταύρου δὲ ἐσφαγμένου καὶ δεδεγμένων τῶν βωμῶν ὁπόσα νόμος, ἤδη μὲν τὸ πῦρ περιεῖπε τὰ κείμενα καὶ σφοδρὸν [*](R 300) ἀνεκάετο.
| Ζεὺς δὲ κινήσας ἐκ τοῦ σκήπτρου τὸν ἑταῖρον ἑαυτοῦ καὶ φίλον ὄρνιν ἐπὶ τὸν βωμὸν ἔπεμψεν. ὁ δὲ εἰς μέσην καταποτώμενος τὴν φλόγα [*](11 Diod. Sic. XX 47 Malal. p. 199 18 II. ὢ 292. 310. 315) [*](4 π in πραξάμενος in ras C2 6 γίγνεται BMCa 9 num ἐνειστήκει? | ὡς BMCa 10 γίνεται ΑΡ | ὑπὸ τοῦ θεοῦ PCa Re 12 <μὴ> πεποιημένη? | τῆς δὲ — 13 ταράκοντα ante ἐν ταύτῃ — ἔθυε collocavi 13 στάδιοι Μ πρὸς στάδια Ca | τεσσαράκοντα I 14 μετὰ Β | ἴθυσε UI et supra ἔθυε Μο2 15 δεδεγμένου τοῦ βωμοῦ UI 16 περιῆπτε Mor num περιεῖχε’ί 17 ἀνεκαίετο Mor | ἐκ τοῦ σκήπτρου ex ἐκ σκηπτοῦ corr I2 om B σκηπτοῦ Ca sed γρ σκήπτρου in marg 18 τὸν ἑταῖρον in marg inser I | ἑαυτοῦ ex ἑαυ- τὸν corr P4 ἑαυτῶ Β et ex αὐτῶ corr Ι2 αὐτοῦ U αὐτῶ Μ 19 καταπετόμενος U et Re Anim καταπτάμενος BMCa καταπτόμενος Cobet Misc. 147)
τοῦ συμβάντος δὲ πάντα ὀφθαλμόν τε καὶ γνώμην ἐπιστρέ- φοντος καὶ δηλοῦντος ὡς οὐκ ἄνευ θεῶν ἐδρᾶτο, τὸν υἱὸν ἐφ’ ἵππον ἀναβιβάσας ὁ Σέλευκος εἰς τὸ τὴν πτῆσιν ἀπὸ γῆς διώκειν καὶ τῷ χαλινῷ τὸν ἵππον ἰθύνειν πρὸς τὰς ὁδοὺς τοῦ πτεροῦ, βουλόμενος εἰδέναι, τί τοῖς ἡρπασμένοις ὁ ὄρνις χρήσεται.
ὁ δ’ πεύων τε καὶ ἀναβλέπων ἄγεται πρὸς τὴν Ἠμαθίαν ὑπὸ τῆς πτήσεως. οἷ δὴ κατάρας ὁ ἀετὸς ἐπὶ τὸν βωμὸν ἔθηκε τὸν τοῦ Βοττιαίου Δῖός, ὃν ἱδρυσάμενος ἦν Ἀλέξανδρος, ἡνίκα αὐτὸν εὔφρανεν ἡ πηγή· ἐδόκει τε δὴ πᾶσι καὶ τοῖς οὐ δεινοῖς συμβάλλειν ὁ Ζεὺς εἰσηγεῖσθαι πολίζειν τὸν χῶρον. καὶ οὕτως ἥ τε Ἀλεξ- άνδρου πρὸς τὸν οἰκισμὸν ὁρμὴ τε καὶ ἀρχὴ πρὸς τέλος ᾔει καὶ ἡμῖν ὁ τῶν θεῶν κορυφαῖος διὰ τῆς μαντείας οἰκιστὴς ἐγίγνετο.
ἐνταῦθα δὴ Σέλευ- κος πᾶσαν μὲν τεκτόνων συνήγαγε τέχνην, πᾶσαν δὲ εἰς ὑπουργίαν χεῖρα, πᾶσαν δὲ λίθων φαιδρότητα· ὕλη δὲ εἰς ὀροφὰς ἐτέμνετο, πλοῦτος δὲ εἰς τὴν οἰκο- δομίαν ἐξεχεῖτο.
ὑπογράφων δὲ τὸ ἄστυ τοὺς μὲν ἐλέφαντας κατὰ τὴν χώραν διίστη τῶν ἐσομένων γων, στοῶν δὲ καὶ στενωπῶν μῆκός τε καὶ εὖρος [*](22 cf. Arrian. Anab. III 2, 1) [*](4 σημείωσαι τὴν σύνταξιν Β cf. schol. ad I 427, 25 R) [*](3 δήλου ὄντος Cobet Mnem. V 107 (Coll. 103), fortasse recte 4 ἀνεβίβασεν Sintenis ,,anut ἀναβιβάζει aut pro εἰς τὸ leg. κελεύει“ Re 6 εὐθύνειν UI (sed in hoc in ἰθύνειν corr m2) et in marg Mo2 10 ι prius in Βοττιαίου in εἰ corr Β2 βοτιαίου Μο 12 τε del? | μὴ BMCa 13 τὴν χώραν Re 16 προσεγίγνετο ex ἐγίγνετο corr I2 17 δ εἰ ‘πουργίαν cum rasuris U 19 οἰκοδομὴν BMCa 20 ἀνεξεχεῖτο ἁ 22 τε om UI | εὗρος UM et ex εὖρος corr Β2 LIBANIUS ed. Foerster. I. II. 30)
καὶ ταχὺ μὲν ἡ [*](R 301) πόλις ἤρετο, ταχὺ δὲ τὸ ποιηθὲν | ἐπίμπλατο τῶν τε ἐκ τῆς Ἰώνης εἰς αὐτὴν καταβάντων Ἀργείων καὶ Κρητῶν καὶ τῶν ἀφ’ Ἡρακλέους, οἷς ἦν, οἶμαι, συγ- γένεια Σελεύκῳ κατὰ τὸν παλαιὸν Τήμενον, καὶ τῶν ἑπομένων αὐτῷ Σελεύκῳ στρατιωτῶν τῇδ’ ἑλομένων οἰκεῖν.
Ἀντιγονίαν δὲ αὐτὴν μὲν ἠφάνισεν, ἀνδρὸς δυσμενοῦς ὑπόμνημα, τὸ δὲ πλήρωμα δεῦρο μετέστησεν, ἐν οἷς ἦσαν καὶ Ἀθηναῖοι. οὗτοι δὲ οἱ μεταστάντες τὸ μὲν πρῶτον ἔδεισαν, μὴ τῆς πρὸς Ἀντίγονον ὀργῆς ἀπολαύσειαν, ὡς δὲ ἔγνωσαν ἐπ’ ἀμείνοσι μετακομι- σθέντες, τιμῶσιν εἰκόνι χαλκῇ τὸν Σέλευκον ταύρου κέρατα τῇ κεφαλῇ προσθέντες, τοῦτο δὴ τὸ γνώρισμα τῆς Ἰοῦς.
Σελεύκου μὲν οὖν ἡ πόλις ἐπώνυμος, τοὔνομα δὲ ἀπὸ τοῦ πατρὸς Ἀντιόχου, καὶ ὑπὸ μὲν τούτου δεδημιούργηται, τῷ δὲ ἔσωσε τὴν μνήμην· ὃν γὰρ τῶν ἑαυτοῦ τιμιώτατον ἦγε, τούτῳ τῶν ἔργων [*](6 Her. VIII 137 sq. Thuc. II 99. Iul. or. III 106 C) [*](2 ἑστήκεσαν APUB et Μ (sed ι eras) et I (sed ι inser m2) 3 ἐπίπλατο Α (sed μ suprascr. m2) CP 4 ἴων σ cum rasura 2 litterarum U ἰωνίας Ca 5 γρ καὶ τῶν — 6 Σελεύκῳ in marg add Mor 6 ἑ in τήμενον in ras P2, in ras I2 τήμε ὂν cum rasura 1 litterae post ἑ U τήμερον Α Μο Mor quod cor- rexit Re 7 τῇδε UIBM 8 μὲν inserui ex P2IBMCa 10 in animo habuit Euagrius h. eccl. I 20 (v. supra ad p. 453, 1) 14 προστιθέντες UBM et I sed in hoc τι eras 15 num <οὐχ> ἡ? 16 πατρὸς in marg P5, παιδὸς P2 in ras I (sed in ras m2) U et in marg Mo2, cui lectioni patrocinatur Malalas, ut genuinae πατρὸς Pausanias Damasc. apud eundem p. 204, 2 ὁ δὲ σοφὸς Παυσανίας ἐξέθετο, ὡς εἰς ὄνομα τοῦ ἑαυτοῦ πατρὸς ἔθηκε τὸ ὄνομα τῆς Μάλης Ἀντιοχείας ὁ αὐτὸς Σέλευκος . . . ἔστι γὰρ λῆρος . . . πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται. ἐκάλεσε. Cf. Alb. Gratul. in hon. Herwerd. p. 47 sq. 18 prius τῶν e τὸν corr Ρ2 τὸν Μο)
καὶ τὸ προ- άστειον τοῦτο | δὴ τὸ πολυύμνητον, τὴν Δάφνην, [*](R 302) Σέλευκος εἰς ἱεροῦ μοῖραν κατέστησεν ἀνεὶς τῷ θεῷ τὸν χῶρον, ἐπειδὴ τὸν μῦθον ἔργον εὗρεν. Ἀπόλλων γὰρ Δάφνης ἐρασθεὶς οὐ πείθων ἐδίωκεν· ὡς δὲ δι’ εὐχῆς μετέβαλεν εἰς φυτόν, στέφανον ποιεῖται τὰ παι- δικά.
ταυτὶ μὲν ᾄδεται, Σελεύκῳ δὲ ἡ θήρα τοῦ λόγου τὴν ἀλήθειαν ἐξέφηνεν· ὁ μὲν γὰρ κύνας ἄγων καὶ ἵππον ἐλαύνων μετῄει τὴν ἄγραν. ὡς δὲ ἧκε παρὰ τὸ δένδρον, ὃ πρότερον ἦν ἡ παρθένος, ὁ μὲν ἵππος ἑστὼς κρούει εἰς τοὔδαφος τῇ ὁπλῇ, ἡ γῆ δὲ ἀκίδα χρυσῆν ἀνέπεμψεν.
ἡ δὲ ἐδήλου γράμμασι τὸν δεσπότην· Φοίβου γὰρ ἐνεγέγραπτο. πρὸς γάρ, οἶμαι, τὴν μεταβολὴν τῆς κόρης ἀλγήσας ἐξέχεε τοὺς ὀιστούς, ἡ δὲ ἀκὶς ἑνὸς διαλυθεῖσα κρύπτεται τῇ γῇ καὶ ἐφυ- λάττετο Σελεύκῳ παραίνεσις εἰς τὸ κοσμῆσαι τὸν τόπον καὶ νομίσαι τοῦθ’ ἅπερ ἦν, ἱερὸν Ἀπόλλωνος.
θαῦμα μὲν οὖν καὶ τὸ ἐν Ἑλικῶνι Ἀρήνην ἵππου κρήνην] [*](5 cf. IV 1102 περὶ Δάφνης) [*](1 prius τὸ inser C f | ἔνειμεν C 4 εὗρεν ἔργον UI 5 ἐραστὴς Ca 6 μετέβαλλεν UI | π δίκα cum rasura U 9 ἐπὶ supra παρὰ Ι2 περὶ Β 10 τῷ δένδρῳ Μ | ἡ om MCa 12 ψ in ἀνέπεμψεν in ras I2, eras U ἐξέπεμψεν in marg Mo2 13 ἐγέγραπτο Μ 14 μετὰ supra βολὴν C f 15 ἑνὸς in ἐντὸς corr B2 | ἐφυλάσσετο I 16 τῷ σελ. U 18 τὸν supra τὸ Mo2 | ἢν alterum in κρήνην in ras I2 | ἵππου κρήνην cancellavi (Zambecc. p. 200) ut glossema praeeuntibus Sinteni et 6 parte Reiskio qui proposuit Ἑλικῶνι περὶ τὴν Ἱππουκρήνην, ἣν et Iacobsio in exemplari et lectt. Stob. (1827) p. 150, qui κρήνην ἵππου delendum, κατὰ pro καὶ scribendum, ᾗ ante κρήνην inserendum censet, postquam olim (exercitt. critt. in scriptt. vett. t. II Lips. 1796 p. 33) coniecit: θαῦμα μὲν οὖν καὶ τὸ ἐν Ἑλικῶνι· ἐκ πτέρνης ἵππον κρήνην ἐκδοθῆναί φασι, in Animad. ad Anthol. gr. IX 335 (Lips. 1800), lectt. p. 339 et in exemplari πτέρνῃ pro altero κρήνην proposuit)
κος δὲ ὁμοῦ τε ταύτην ἀνῃρεῖτο καὶ δράκοντα φερό- μένον ἀντιπρόσωπον ἐώρα μετεώρῳ συρίττοντα τῇ κεφαλῇ. ὁ δὲ ὡς ἐπέλασεν, ἥμερον εἰς αὐτὸν ἰδὼν ἠφάνιστο. προστεθέντος δὴ τοῦ δράκοντος τοῖς ἀπὸ τῆς γῆς ἐκφανεῖσι μείζων ἡ πίστις, ὡς ὁ θεὸς ἐμβα- [*](R 303) τεύοι τὸν τόπον. | καὶ αὐτίκα τέμενός τε ἀπεδέδεικτο καὶ φυτὰ καὶ νεὼς ἐδέχετο καὶ ταχὺ τὸ ἄλσος ἔθαλλε καὶ ἀραῖς ἰσχυραῖς ἐφρουρεῖτο.
καὶ πάντα ἦν ἡ Δάφνη Σελεύκῳ. πρὸς γὰρ τοῖς εἰς ὄψιν ἐλθοῦσι φάσμασιν ἔτι καὶ χρησμὸς αὐτὸν ἦγεν, ὃν παρὰ τὴν δυσκολίαν ἐκ Μιλήτου δεξάμενος ἀνεθάρρησεν, ὃς τήν τε μέλλουσαν ὑπισχνεῖτο τύχην καὶ λαβόντι τὴν Σύρων ἀρχὴν Δάφνην αὐτῷ ποιεῖν ἱερὰν ἐπέταξεν.
οὕτω δὴ τὰ περὶ τοὺς θεοὺς κατεσκευασμένος καὶ ὅθεν ἄξιον ἀρξάμενος, ἀπὸ κρηπῖδος ὁρμηθεὶς παρεχούσης δας, τῆς τε ἐκείνων εὐνοίας λέγω καὶ τῆς ἡμετέρας πόλεως, μεστὸν ἀπέφηνεν ἄστεων τῆς γῆς τὸ κράτιστον [*](8 Aesch. Pers. 447 Cratin II 182, 22 M. I 106, 321 K.) [*](1 ἣν ante ἐκδ. BMCa | φασὶ in ras P2 3 πηγὴν Re 4 τε scripsi auctore Re ex UI γε reliqui libri (sed in τε corr P2) et edd | ἀνηρῆτο UI 6 ἐς I 8 ἡ om M | οι in ἐμβατεύοι in ras P4 ἐμβατεύει UICa 9 τώ τόπω UI sed in hoc τὸν τόπον suprascr. m2 | αὐτίκα τέμενός] ἀντικαταθέ- μενός Mor correxit Valesius ad Amm. Marc. XXII 13, 1 p. 329 | ἀποδέδεικτο ΒΜ Re et supra ἀπεδείκνυτο Ι2 ἀπεδείκνυτο U 12 γὰρ inser Ι2 | ἐλθοῦσιν ἔτι BMCa 13 ,,malim ἐνῆγεν“ Re | τὴν in ras Α2 16 αὐτῷ ex αὐτοῦ corr P2 αὐτοῦ Α | καὶ οὕτω Β 20 ἀστέων UI et ex ἄστεων corr Ρ2)
οἱ μὲν γὰρ ἄλλοι βασιλεῖς τῷ τὰς οὔσας καθελεῖν σεμνύνονται, τὸν δὲ τὸ τὰς οὐκ οὔσας ἐγεῖραι κεκό- σμηκεν· ὃς τοσαύτας ὑπὲρ γῆν ἔστησεν, ὥστ’ ἀρκέσαι καὶ πρὸς ὁμωνυμίαν τῶν ἐν Μακεδονίᾳ καὶ πρὸς ἐπω- νυμίαν | τῶν ἐν τῇ συγγενείᾳ κλήσεων καὶ πολλάς [*](R 304) γε μιᾶς προσηγορίας ἐπωνύμους ὁρᾶσθαι [καὶ] καθ’ ἑκά- τερον γένος, ἀνδρῶν λέγω καὶ γυναικῶν.