Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

εἰ γὰρ αὖ κρίνειν τις αὐτὸν ἐθέλοι πρὸς Ἀθηναίους καὶ Μι- λησίους, οἱ πλείστας ἀποικίας στεῖλαι δοκοῦσι, νων τ’ ἂν οἰκιστὴς φανείη καὶ τῷ καθ’ ἑκάστην μεγέθει τοσοῦτον νικῶν, ὥστε μίαν ἡντινοῦν ἀνταξίαν εἶναι δέκα. ἔξεστι μὲν ἐπιόντι Φοινίκην τὰς ἐκείνου πόλεις ὁρᾶν, ἔξεστι δὲ ἐπιόντι Συρίαν ταυτηνὶ τὰς ἐκείνου καὶ πλείους καὶ μείζους ὁρᾶν.

ἐξέτεινε δὲ τοῦτο τὸ καλὸν ἕως Εὐφράτου καὶ Τίγρητος, περιλαβὼν δὲ Βαβυλῶνα πόλεσι πανταχόθεν ἐγκατέσπειρε καὶ τῇ Πέρσιδι καὶ ὅλως οὐδένα τόπον ἐπιτήδειον δέξασθαι | [*](6 sq. Pausan. Damasc. apud Malal. 203, 22 11 Sen. ad Helv. VII 2 Plin. n. h. V 112) [*](1 num ἀνήμερον ut Aesch. Eum. 14 χθόνα ἀνήμερον τιθέντες ἡμερωμένην? at cf. I 412, 3 R | τροφὴν Μο 3 τῶν inser I2 | κατέστησαν ΒΜ Re et in marg Mo2 et ex ἔστησαν corr I2 ἕστησαν AU 4 τὸ U 7 ὁμωνυμίαν Μ ὁμωνυμία Ca | ἂν ἐπωνυμίας Μ ἐπωνυμίασ Β et σ σ e ν corr) I ἐπωνυμία Ca 9 καὶ cancellavi | ἑκάτερον scripsi autore Re ἕτερον libri edd 11 τίς IB 13 καθ’ ἑκάστην in καθεκάστην corr Ι2 15 μὲν — 16 ἔξεστι in marg Mo2 18 τίγρητος Μο sed τίγριδος suprascr. m2 | παραλαβὼν supra περιλαβὼν Α2 et Re, qui commate post Βαβυλῶνα posito aut πόλεις aut τὴν Πέρσιδα scribendum coniecit 20 ἐπιτήδειον om B)

470
[*](R 305) πόλιν ἀφῆκε γυμνόν, ἀλλ’ ἑλληνίζων διετέλεσε τὴν βάρβαρον.

οὐ μὴν ὥσπερ ἐπὶ ταύτῃ πολλὰς ᾤκι- σεν, οὕτως ἔστιν εἰπεῖν, ὡς πρὸ ταύτης ἑτέραν ἔθετο, ἀλλ’ αὐτός τε ἐνταῦθα τὸ σκῆπτρον ἱδρύσατο καὶ ταύτῃ κατὰ τῶν ἄλλων τὸ ἴσον ἔδωκεν, ὥσπερ θεραπαίνας αὐτῇ τὰς ἄλλας οἰκοδομούμενος καὶ βασιλείοις πρεπω- δεστέραν ἑτέραν οὐχ ὁρῶν.

105. Ἐν τοιούτοις τοίνυν ἔργοις καὶ βιοὺς καὶ τελευτήσας οὐκ εἰς φαυλοτέρους τὸν κλῆρον παρέπεμ- ψεν, ἀλλ’ ἀγαθοί τε ἐξ ἀγαθῶν πάντες ἔφυσαν καὶ ζηλοῦντες ἀεὶ παῖδες πατέρας τῇ τε ἄλλῃ καὶ τῷ πρὸς τὴν πόλιν ἔρωτι διεδείχθησαν.

ἐπιστὰς δὲ ἐπὶ τὰ τούτων ἔργα καὶ βλέπων ὥσπερ ἔκ τινος περιωπῆς ἐν κύκλῳ τὴν ἀνδραγαθίαν ἑκάστου οὔτε τὴν σιγὴν δικαίαν ἡγοῦμαι τῶν ἀρετῶν οὔτε τὴν ἀφήγησιν ἐν δυνατῷ· τὸ μὲν γὰρ βλάπτοντος ἂν εἴη τούς τε ἀρχη- γέτας καὶ τὸν ἔπαινον, τὸ δὲ μεῖζον ἢ <κατὰ> [*](13 Luc. de merc. cond. 15. conv. 11 17 Pind. Nem. Χ 35 II. β 488 sq.) [*](1 ἑλληνίζω οὐ μόνον ἐγώ, ἀλλὰ καὶ ἄλλον ἑλληνικῶς ἔχειν ποιῶ Β2 = Thom. Μ. 1. 1.)) [*](1 ἑλληνίζων — 2 βάρβαρον citat Thom. Μ. s. v. ἑλληνίζω p. 161, 10 R ὡς ὁ αὐτὸς Λιβάνιος) ἐν τῷ αὐτῷ λόγῳ (Ἀντιοχικῷ) 4 αὐτ ΄τε cum rasura 2 litterarum U | τὸ σκῆπτρον UI 5 ἴσον ex ἶσον corr I ἶσον in ἴσον corr Α2 κράτος BMCa 10 τε καὶ ἐξ I 11 τῆ τε ἄλλη supra τοῖς τε ἄλλοις Ι2 τοῖς τε ἄλλοις U et in marg Mo2 12 διεδείχθησαν Μ (sed ε supra ει scr. m2) διεδέχθησαν C διεδέχθησαν I (sed δὲ in ras m2) Μο (sed ει suprascr. m2) διεδ χθησαν Ca 12 ἐπιστὰς — 471, 1 μέγιστον citat Plan fol. 103 14 ἐν κύκλῳ inser I3 16 τόν τε ἀρχηγέτην Mor 17 τοὺς ἐπαίνους Re | κατὰ inserui auctore Re)

471
στόματα καὶ σοφιστῶν χορὸν | ὡς οἷόν τε μέγιστον. [*](R 306)

τὶς οὖν εὕρηται πόρος ἐν ἀπορίᾳ τοσαύτῃ; τῶν μὲν μνησθῆναι, τοὺς δὲ ὑπερβῆναι, μᾶλλον δὲ τῶν μὲν οὐ πάντα εἰπεῖν, ἀλλ’ ἐκ πολλῶν ὀλίγα διελθεῖν, περὶ δὲ τῶν ἰσχυρισάμενον, ὡς οὐ χείρους τῶν εἰρη- μένων, κελεῦσαι τοὺς ἀκροωμένους ἐν ταῖς συγγραφαῖς δοκιμάζειν μου τὸν λόγον.

108. Ἀντιόχῳ τοίνυν τῷ Σελεύκου παιδὶ πόλεμος μὲν οὐδεὶς ἐπολεμήθη, τὸ γὰρ δυσμενὲς ἅπαν ἐπτήχει τῷ φόβῳ, σὺν εὐδαιμονίᾳ δὲ πρὸς γῆρας ἐλθόντι τῷ παιδὶ τὴν ἀρχὴν ὑπῆρξεν οὐκ ἐλάττω παραδοῦναι. τούτῳ δὲ καὶ αὐτῷ τὰ μὲν ὅπλα ἡσύχαζεν οὐκ οὔσης ἀνάγκης, θαῦμα δέ τι συνέβαινε τῆς ἄκρας εὐφημίας τῇ πόλει.

κηδεύει μὲν γὰρ Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου βασιλεῖ, Πτολεμαῖος δὲ ἥκων ἐνθάδε καὶ τὸ κάλλος τῆς Ἀρτέμιδος ἐκπλαγεὶς ἐβουλήθη τῆς ἐκείνου χώρας εἶναι τὸ ἄγαλμα καὶ λαβὼν ἀπῆγεν. ἡ δὲ θεὸς ἐκεῖ μὲν ἐθεραπεύετο, τῆς δὲ ἡμετέρας ἐπεθύμει καὶ νόσῳ τὴν γυναῖκα τοῦ μεταστήσαντος ἤλαυνε διδά- σκουσα τοῖς ὀνείρασιν, ἀνθ’ ὅτου ταῦτα ποιοῖ. πέμ- πεται δὴ πάλιν ὑπὸ τῶν κεκινηκότων καὶ τὸν μὲν νεὼν [*](2 Aristarch. trag. fr. 2,5 p. 728 Ν. Eur. Iph. A. 356 14 Athen. II 45 b. c. Hieron. ad Daniel. XI 6 p. 705 19 Plin. XXXIV 148) [*](1 χορ ου Plan χορὸς U Mor et e χορὸν corr Μ2 | μέγιστος Mor et e μέγιστον corr Μ2 μεγίστων U et supra μέγιστον Μο2 3 τα ουσ Μ τὰ Β 4 ἐκ τῶν πολλῶν UI 6 ἀκροα- τὰς Β 8 πατρὶ BMCa 9 τὸ — 10 φόβῳ citat Plan fol. 99 16 αὐτοῦ UIBMCa et supra ἐκείνου Mo2 ἐκεῖνον supra αὐτοῦ I2 cf. p. 525, 10 20 οἱ in ποιοῖ in ras Ρ2 ποιεῖ UIBMCa)

472
τὸν ἀρχαῖον κομίζεται, τοὔνομα δὲ αὐτῇ πρὸς τὸ ἔργον μεταβάλλεται καὶ Ἐλευσινία προσαγορεύεται.

110. Θαῦμα τοίνυν ἕτερον ἐπὶ τῆς αὐτῆς βασιλείας παραπλήσιόν τε καὶ οὐ παραπλήσιον τῷ προτέρῳ· τῷ μὲν γὰρ εἶναι περὶ θεοὺς συμφέρεται, τῇ δὲ τῶν ξένων δεῦρο μεταστάσει διέστηκε. σαφὲς δὲ ὅ φημι ποιήσω. [*](R 307)

ἐν Κύπρῳ θεοὶ τιμώμενοι | τὴν Κύπρον ἐξ ὅσουπερ ἦν κληρουχοῦντες οὗτοι τῆσδε τῆς χώρας ἐπεθύμησαν καὶ ἠπείγοντο μετοικεῖν. ἐμβαλόντες οὖν τὴν πόλιν εἰς χρείαν τοῦ Πυθοῖ μαντείου πείθουσι τὸν Ἀπόλλω λύσιν μίαν τῶν δυσχερῶν ἀνελεῖν, τὴν τῶν ἐν Κύπρῳ θεῶν ὡς ἡμᾶς μετοίκησιν.

καὶ πέμπει δὴ δι’ ὧν ἤλπιζε δράσειν τοῦτο ὁ βασιλεὺς εἰς τὴν νῆσον. ὡς δ’ οὔτ’ ἀφελέσθαι φανερῶς ἐνῆν οὔτε διορύξασι λαθεῖν, μηχανῶνται τοιόνδε τι· ἔφασαν βού- λεσθαι κατ’ ἴχνος τῶν αὐτόθι θεῶν δημιουργῆσαι τύπους. τῶν δὲ ἐφέντων φιλοπόνως νύκτα καὶ ἡμέραν ἔξεον, οἱ δ’ ἱερεῖς ἀνεπαύοντο. τοῖς δημιουργοῖς δὲ πρὸς τοσοῦτον διηκριβώθη τὸ τῆς μιμήσεως, ὥστε τὰ μὲν ἀνασπάσαντες, τὰ δὲ ἀντικαταστήσαντες ἐνέβαινον εἰς τὰς ναῦς ἐν ὀφθαλμοῖς Κυπρίων, τὰ παλαιὰ μὲν [*](3 αὐτοῦ Β 4 τῷ (2)]τὸ Β 6 σαφὲς — ποιήσω Plan fol. 99 7 ἐξότου UI ἐξ ὅσου Μο 8 οὕτω Ca Re 9 ἐπεθύμησαν — ἐμβαλόντες om Mor | καὶ] ὥστ’ ? Sintenis 11 νᾷ post ω in ἀπόλλω inser Μο2 12 μετοίκισιν Cobet Mnem. V 107 (Coll. 103) 13 τοῦτο δράσειν IBMCa 15 ἀνο- ρύξασι supra διορύξασι Μο2 | λαβεῖν in marg Mo2 17 τοὺς πρὸς τύπους BMCa | φιλοπόνως inser I2 19 εἰς A εἰς Re | διηκριβώθη ex ἠκριβώθη corr I2 ἠκριβώθη U 20 ἐνέβαι- νον Ρ sed supra ἑ rasura unius litterae, Μο sed ἀ supra ἐ m2 ἀνέβαινον UI sed in hoc ἐ supra ἀ m3)

473
ὡς νεουργὰ φερόμενοι, τὰ δὲ ἄρτι δεξάμενα τὴν τέχνην ἐν τῇ δόξῃ τῶν ἀρχαίων ἀφέντες.

τοῦτο δὲ ἦν ἄρα οὐ τῆς τῶν ἀγαλματοποιῶν ἀρετῆς, τῆς δὲ τῶν θεῶν πρὸς τὸν ἔκπλουν ἐπιθυμίας, ὑφ’ ἧς ἐνέθηκαν ταῖς χερσὶ τῶν δημιουργῶν πλέον τι τοῦ δυνατοῦ. καίτοι τί τοσοῦτον εἰς δόξαν, ἢ χώραν προσλαβεῖν ἡ· στῆσαι τρόπαιον ἢ κατακόψαι φάλαγγας ἢ ζωγρήσαντα πολεμίους ἄγειν, ἡλίκον τὸ τοὺς θεοὺς τῇδε νομίζειν | αὑτοῖς προσήκειν διαιτᾶσθαι;

[*](6 308)

114. Καὶ γὰρ δὴ καὶ τὸ τούτου ἐχόμενον εἰς τὴν αὐτὴν ἀπόδειξιν φέρει συμβὰν εὐθὺς ἐπὶ τοῦ μετ αὐτὸν ἄρχοντος. ἡ γὰρ δὴ Ἶσις, τὸ βούκερων ἄγαλμα τὸ Αἰγύπτιον, ἀφεῖσα τὴν Μέμφιν δεῦρο κινήσασα μὲν ὀνείρασι Σέλευκον τὸν ἀπὸ τοῦ Σελεύκου τέταρτον εἰς τὴν ἑαυτῆς μετάπεμψιν, κινήσασα δὲ Πτο- λεμαῖον εἰς ἕτοιμον τῆς θεοῦ δόσιν, καὶ νῆες εὐτρεπεῖς, καὶ τὸ ἄγαλμα ἤγετο.

καὶ καταγώγιον ἦν τῶν κρειττόνων ἡ πόλις, ὥστε καὶ πρὸς τὸν Ὄλυμπον ὑπάρχειν ἡμῖν ἐρίζειν, εἰ βουλοίμεθα. ἡ μὲν γὰρ αὐτόθι τῶν θεῶν διατριβὴ ποιητῶν ἐστι φήμη, τὰ δ’ αὖ παρ’ ἡμῖν ὀφθαλμοὺς ἔπεισε.

καὶ συμπροῆλθε τὰ ἔργα τῷ χρόνῳ, ἐπεὶ καὶ τῆς Ῥωμαίων ἰσχύος ἤδη πάντα [*](3 prius τῶν inser Ρ et in marg Μο2 om ACBMCa Mor 4 ἀφ᾿ Ca 6 οἱ in καίτοι in ras Ρ2 | τί τοσοῦτον in rasura 6 vel 7 litterarum Ρ2 post τί (τι U) rasura litterae UI 8 τὰς Ca 9 αὐτοῖς APUIBMMo αὐταῖς Ca αὐτοὺς Mor | κεἰν in προσήκειν suprascr. Ρ2 | ἐνδιαιτᾶσθαι Ρ sed ἐν in ras m2 10 τὸ om U | τοῦδ’ Sintenis 11 εὐθὺς m3 supra αὐτοῖς I αὐτοῖς U 12 ἴσις libri Re 13 αἰγυ- πτίων Β | μέμφιν Ρ sed ι in ras m2 μέμψιν Ca | οικι in μετοικίζεται in ras I3 μετακομίζεται U 14 τοῦ inser Α2 15 ης in ἑαυτῆς in ras Ρ2 19 ἡμῖν ὑπάρχειν APUIRe Mor 20 ποιητῶν ποιητῶν praemisso ἐκεῖνα — 21 ἔπεισεν citat Plan fol. 99 21 οὑς in ὀφθαλμοὺς ex ὃς corr I3 | συμπεριῆλθε Re)

474
ἐπισχούσης τοῦτό γε οὐ μετέπεσε τῇ πόλει, ἀλλ’ ἔπα- θον μέν τι πρὸς τὸν Κάσσιον ἐκεῖνοι Δία τοιοῦτον, οἷον Πτολεμαῖος περὶ τὴν Ἄρτεμιν, καὶ μεθίστασαν, ὁ δὲ κεραυνοὺς ἐφ’ ἅπαντα ἀφιεὶς ἐνέκειτο τὴν ἐπάνοδον αὑτῷ παρασκευάζων καὶ ἀνέστρεφεν.

οὐκοῦν οἱ [*](R 309) μὲν ἑτέρωθι | φαίνονται βουληθέντες ὡς ἡμᾶς ἐλ- θεῖν, οἱ δὲ παρ’ ἡμῖν οὐκ ἀνασχόμενοι τὴν ἑτέρωσε μετάστασιν, ἀλλὰ τῷ κάλλει μὲν ἔρωτας ἐφ’ ἑαυτοὺς ἀνάψαντες, αὐτοὶ δὲ ὅ τοὺς ἄλλους ἐποίουν, πρὸς ἡμᾶς πεπονθότες καὶ ὑπὸ μὲν τῶν ἐραστῶν ἑλκόμενοι, τῆς δ’ ἐρωμένης γῆς ἀνθαπτόμενοι πάλιν. τοσαύτη φιλο- χωρία μὲν εἶχε τοὺς ἡμετέρους δαίμονας, ἐπιθυμία δὲ τοὺς ξένους ἡμετέρους γενέσθαι.

118. Καὶ ἐμήκυνα τὸν περὶ τῶν κρειττόνων λόγον ὡς οὐκ οὔσης ἑτέρας ἀμείνονος ἐγκωμίων μερίδος οὔθ’ ἡμῖν οὔτ’ ἄλλων ἀνθρώπων οὐδέσιν. εἰ δέ τις ἥδιστον ἄκουσμα τὰ δι’ ὅπλων ἔργα νομίζει, πολλὰ τρόπαια τοῖς προγόνοις ἀπὸ πολλῶν ἔστηκεν αὐτοῖς ἐξιοῦσιν, οἶος ὁ τῶν τότε πολέμων τρόπος.

καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀλλ’ Ἀντίοχος ὁ μέγας ὄνομα λαβὼν ἀπὸ τοῦ μεγάλοις ἐπιχειρεῖν τε καὶ ἐξαρκεῖν, μικρὸν ἡγησάμενος σώζειν τὰ ὄντα προσθήκην ἐπινοεῖ τοῖς οὖσι. καὶ τοῦτο μὲν τὴν νεωτέραν τῆς πόλεως μοῖραν ἑ [*](2 μέντοι ICa | κάσιον UI edd cf. t. I 579, 22 R | ἐκεῖνοι Δία scripsi e CUIBMMoCa Δία ἐκεῖνοι ΑΡ edd | δία e διὰ corr c f δῖα Α 3 τὴν Ἀρτέμιδος μετάστασιν vel μεθίδρυσιν Μ Schmidt Philol. Χ 635 4 ἅπασιν supra ἅπαντα Mo2 num ἅπαντας ? 5 αυτῶ U αὐτῶ BCa 9 δ᾿ I ὃ inser C p et f ὁ Mo 11 γῆς e τῆς corr Mo2 16 ἄλλοις I sed ὄις in ras m3 18 ἀξιοῦσιν C sed ἑ suprascr. f 19 τύπος Re, quod defendit Gasda collato Plat. rep. III p. 396 Ε 20 μέγα BM Mor 21 ἐπιχειριεῖν I sed ι ante ἑ eras 21 μικρὸν — 23 οὖσι citat Plan fol. 99 22 πρὸς θήκην C)

475
οὐ πολλῷ τῳ φαυλοτέραν τῆς ἀρχαίας, ἣν ὁ ποταμὸς περιλαμβάνει, προσκατασκευάζεται γένος μὲν Ἑλληνι- κὸν εἰσάγων, Αἰτωλοὺς καὶ Κρῆτας καὶ Εὐβοεῖς, τείχει δὲ τὴν ἅπασαν ἀσφάλειαν παρασχών.

ὥσπερ δὲ τὸ μέτρον τῆς πόλεως ἐπὶ μεῖζον ἐξῆγεν, οὕτω καὶ τοὺς τῆς ἀρχῆς | ὄρους ἐπὶ πλεῖον ἔτεινεν, ὥσπερ [*](R 310) ηὐξημένῳ σώματι μείζω χιτῶνα ὑφαινόμενος. καὶ λαβὼν τῶν οἰκητόρων δι’ ὅσων ἤλπιζεν ἢ φόβῳ πάντα ἕξειν ἢ νόμῳ χειρῶν, ἤλαυνε τὴν ἐν ποσὶν ἀεὶ κτώμε- νος τῶν μὲν ἑκόντων προσχωρούντων, τῶν δὲ ἐν ταῖς ἥτταις ὅτι μὴ χρῆν ἀνταίρειν παιδευομένων.

καὶ μετὰ τοιούτου σχήματος ἕως Ἰωνίας ἀνέβη δεικνὺς ἔν τε βουλαῖς καὶ πράξεσι τὸν μέγαν Ἀντίοχον καὶ ὡς οὐκ ὀνόματος εὐφημίαν ἔφερε κενήν, ἀλλ’ ἐξ αὐτῶν ὧν ἔπραττε τοῦτο ἦν ἀκούειν ἄξιος. ἐξ ὧν φόροι τε ἡμῖν ἐφοίτων καὶ τοῖς τοῦ πολέμου δώροις ἡ πόλις ἐκοσμεῖτο τῶν μὲν ὑπηκόων ἐπιμελουμένη, τοὺς δὲ ἀνθισταμένους καταστρεφομένη, ἔπειτα καὶ τούτοις ἀντ’ ἀγαθοῦ δαίμονος γιγνομένη, δυοῖν παριοῦσα τὴν Περ- σικὴν δυναστείαν, ἰσχύι τε καὶ τῷ τῆς προστασίας ἤθει.

122. Ἕτερος Ἀντίοχος γίγνεται βασιλεύς, εἰρηνικός τε ὁμοῦ τὸν τρόπον καὶ πολεμικός, τῇ μὲν χαίρων, εἰ [*](9 Her. VIII 89 Aesch. or. I § 5 p. 30, 5 Thuc. III 97, 1 cf. t. I 384, 8 R) [*](1 τῷ UMo Re 2 σ prius in προσκατασκευάζεται inser I2 4 τῇ ἁπάσῃ Gasda 5 μέτρον] μεῖζον Ca 9 τ ἡ ν I sed η et ν in ras m3 et singulae litterae ante et post η eras om Ca 11 post χρῆν rasura 2 litterarum Μ 12 ἀνέβη in marg inser Μο ἐπέβη Ρ sed ἐπ in ras m2 19 δυεῖν CA Re ἐνῆν Mor | παριοῦσαν Μο sed ν eras 21 γίνεται Α 21 εἰρη- νικός — 476, 4 ἀτιμάζων citat Plan fol. 99)

476
μή τις θρασύνοιτο, πρὸς δὲ ἐκεῖνον εὔψυχος, εἴ τις ἐπαναγκάζοιτο, καὶ οὔτε τῇ τῆς ἡσυχίας ἡδονῇ τοῖς ἀδι- κοῦσιν εἴκων οὔτε τῷ κρατεῖν ἐν πολέμοις τὴν ἡσυχίαν ἀτιμάζων, ἀλλ’ εἰδώς, εἴπερ τις ἀνθρώπων, ὅπλα τε ἁρπάσαι μετὰ τοῦ καιροῦ καὶ καταθέσθαι πάλιν.

ὃς ἐπειδὴ λῃστικὸν ἐν τῷ Ταύρῳ συνειστήκει καὶ Μυσῶν [*](R 311) λείαν ἐποίει Κίλιξι τὰ πράγματα | καὶ μετὰ τῶν ἄλλων προσαπώλλυ τὰς ἐπιμιξίας ἀνθρώπων, ἐλθὼν ἐπ’ αὐτοὺς ὀξύτερον ἐξέκοψεν ἢ Μίνως ἐκ τῶν Κυκλά- δῶν τοὺς Κᾶρας, καὶ ταῖς πόλεσιν ἀπέδωκεν ἀλλήλαις χρῆσθαι καὶ τὸν ἐπικείμενον φόβον ἐκβαλὼν ἀνέῳξε τὰς ὁδοὺς τοῖς ἐμπόροις· ἀνθ’ ὧν ὑπὸ τῶν εὖ παθόν- των ἵστατο χαλκοῦς ταῦρον κεχειρωμένος δηλοῦντος τοῦ ζώου τὸ ὁμώνυμον ὄρος.

124. Ἔχων δὴ καὶ τῶν λοιπῶν βασιλέων οὐκ ὀλίγα διελθεῖν, φεύγων ὅπερ ἔφην, τὸ τῷ μήκει διοχλεῖν, ἐκεῖνο λέγω, ὅτι ὥσπερ τὰς προσηγορίας ἀλλήλων, οὕτω καὶ τὰς τῶν τρόπων ἀρετὰς διεδέξαντο, οἱ μὲν ἐν [*](5 Xen. Anab. V 9, 8 6 ep. 673. Dem. p. 248, 23 9 Thuc. I 4) [*](6 λῃστρικὸν πλοῖον, λῃστικὸν δὲ σύνταγμα Β2 (= Thom. M. v. p. 224, 4. cf. Lobeck Phryn. p. 242)) [*](2 ἐπαναγκάζοι coni Gasda et Cobetus Mnem. V 107 (Coll. 103) cf. p. 120, 5 et t. I 566, 1 R, at Libanius talis medii aman- tissimus | ἀγαθοῖς supra ἀδικοῦσιν I3 6 λῃστρικὸν IB sed in his ρ erasum et UMCa ληστηκὸν Μο sed ρι supra η m2 cf. Thuc. I 4 8 ὧν ante προσαπώλλυ inseruit Re | ἀνθρώ- πων scripsi ἀναιροῦν libri edd 9 ἐξέκοψεν scripsi ribus Re et Gasda coll. p. 385, 9 R et Thuc. 1. 1. Κᾶρας ἐξελάσας ἔκοψε libri edd 13 χαλκοῦς scripsi auctoribus Gasda et Cobeto Mnem. V 107 (Coll. 103) χαλκοῦν libri Re χαλκοῦς ταῦρος Mor 14 ζώιου C | τὸ ὁ in τὸ ὁμώνυμον in ras 1 vel 2 litterarum Ρ2 15 δὴ e δὲ corr A δὲ Re 16 τὸ inser Mo2 | οχλ in διοχλεῖν in ras I2)

477
ἡσυχίᾳ τὴν πόλιν τηρήσαντες, οἱ δὲ ἐν πολέμοις λαμ- πρὰν ἀποφήναντες, πάντες δὲ ἒν ἐκεῖνο ταὐτὸ φρονή- σαντες, τὸ ἧς ἕκαστος παρελάμβανε μείζω παραδοῦναι τὴν πόλιν.

ὁ μέν τις Μίνωος | ἱερὸν ἐποίησεν, [*](R 312) ὁ δὲ Δήμητρος, ἄλλος Ἡρακλέους, ἕτερος ἑτέρου, καὶ τῷ μὲν ἐδημιουργεῖτο θέατρον, τῷ δὲ βουλευτήριον, ὁ δὲ ὁδοὺς ἐλέαινεν, οἱ δὲ τὰ Νυμφῶν ὀχετοῖς ἐκόμιζον, οἱ μὲν ἐκ προαστείων εἰς τὴν πόλιν, οἱ δὲ εἰς τὸ νεώτερον μέρος ἐκ τῶν πηγῶν, αἷς ἡ παλαιτέρα βρύει, νεώς τε ἐπὶ νεῷ κατεσκευάζετο καὶ τὸ πλεῖστον ἦν τῆς πόλεως ἐν τοῖς ἱεροῖς· τὸ γὰρ αὐτό, κόσμος τε τῇ πόλει καὶ φυλακή, τῶν θεῶν τὰ ἀνάκτορα.

ἀλλὰ γὰρ τοὺς χόας τῆς θαλάττης μετρεῖν <ῥᾷόν> ἐστιν τῷ λόγῳ πειρᾶσθαι περιλαμβάνειν, ὅσαις ἕκαστος προσ- θήκαις ἐπὶ μεῖζον ἦρε τὴν πόλιν. διὸ τῶν ἀδυνάτων ἀποστὰς τὴν ἐπίκλησιν ἑκάστου σημεῖον ποιήσομαι τοῦ τρόπου. τῷ μὲν γὰρ ἐγένετο Σωτήρ, τῷ δὲ Θεός, τῷ δὲ Καλλίνικος, τῷ δὲ Μέγας, τῷ δὲ Φιλοπότωρ, τῷ δὲ [*](9 [Arist.] de mund. 3 p. 392b 15 13 Plat. Theat. p. 174 D. Aristid. or. III t. I 30, 17 D.) [*](1 οἱ δὲ] οὐδὲν Μο 2 ἓν inser Ι2 4 Ἀπόλλωνος Cobet Mnem. V 107 (Coll. 103), at cf. Mueller Ant. p. 70 6 τῷ e τὼ corr P3 (bis) 9 αἷς I et m2 supra ἧς Μ, in marg Mo2 et Re ἧς reliqui libri et Mor qui ὧν coni 13 θαλάττης Ρ sed ττ in ras m3 θαλάσσης AUMo Re | ῥᾷόν inserui auctore Reiskio Anim, quod Cobetus Mnem. V 108 (Coll. 103) pro γὰρ poni iussit 15 ἦγε ? cf. p. 475, 5 | διὸ — 17 τρόπου citat Plan fol. 99 16 ἀποστὰς Ρ sed ἐκ supra ἀπο m2 ἀπο suprascr. ἐκστὰς Α ἐκστὰς Re | τὴν ἐπίκλησιν Ρ sed ην m2 in ras et σιν e ν corr m2 τὸ ἐπίκλην AC Plan Μο sed in hoc σιν supra ν suprascr. m2, et supra τὴν ἐπίκλησιν I3 18 Μέγας, τῶ δὲ om B)

478
Ἐπιφανής, καὶ οὐκ ἔστιν ὃς ἄμοιρος ὤφθη τῆς ἀπὸ τοιούτων μαρτυρίας.

καίτοι εἰ ταῖς Ἀθήναις σεμνὸν τὸ τῶν πολιτευομένων παρ’ αὐτοῖς τὸν μὲν δίκαιον κληθῆναι, τὸν δὲ ἕτερόν τι, πόσον γε τῇ ἡμε- τέρα γίγνεται τὸ τοὺς βασιλεῖς τοιούτων προσρημάτων [*](R 313) ἀξίους | ὀφθῆναι, καὶ ταῦτα οὐ δύο τινάς, ἀλλ’ ἐφε- ξῆς ἅπαντας καί, τὸ ἔτι μεῖζον, εῖς τοσοῦτον ἥκοντας ἀριθμοῦ;

128. Οὐ μόνον δὲ ἄρα τῶν ἀρχόντων τὰ κράτιστα ἀπελαύσαμεν, ἀλλὰ καὶ τῶν ἐκείνων γυναικῶν, αἳ τοὺς ἱστοὺς ὑπερβᾶσαι κρείττους ἐγένοντο τῆς φύσεως εἰς τὴν πόλιν, φροντίδας ἀνδράσι προσηκούσας ὑπομένου- σαι, αἰ μὲν βοηθοῦσαι τοῖς περὶ τὰς ταφὰς νόμοις, αἰ δὲ τοὺς μὲν θεοὺς ἱεροῖς τιμῶσαι, τὴν δὲ πόλιν τιμῇ κοσμοῦσαι, καθάπερ οὐκ ἐπὶ παίδων γοναῖς μόνον συνοικοῦσαι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ ὅπως μιμοῖντο τὰ ἐκείνων περὶ τὴν πόλιν.

129. Ἕως μὲν οὖν ἐδόκει τῷ δαίμονι τῇ νων γνώμῃ τὴν Ἀσίαν εὐθύνειν, ἥδε ἦν αὐτοῖς τῆς [*](4 Aesch. or. I § 25 II § 23 III § 181) [*](1 ὃς ἄμοιρος Re ἄμοιρος ὃς libri nisi quod ὃς in Mo m2 deletum et ante ἄμοιρος insertum et in Ca post ὤφθη positum est, et Mor 3 αὐταῖς BCa 4 post κληθῆναι excidisse putat τὸν δὲ χρηστόν Cobet Mnem. V 108 (Coll. 103) de Phocione cogitans haud improbabiliter, etsi locus Aeschinis or. I § 25 etiam Solonis mentionem factam esse suadere potest | τῇ γε CUIMo et in ras corr ut videtur e γε τῇ Ρ3 τῆ τε Ca 5 γ alterum in γίγνεται inser Ρ3 γίνεται U et inser I3 10 αἳ — 12 ὑπο- μένουσαι citat Plan fol. 99 11 ὑπερᾶσαι Μο sed ὑπερβᾶσαι in marg m2 14 τῇ ante τιμῇ I2 τρυφὴ Gasda coll. p. 518, 7 15 οὐκ in marg inser P3 | μόνους Μο 16 τακείνων UI sed in hoc α in ras 2 litterarum m2 18 τῶ e τῆ corr Α τῇ Re 19 εὐθύνειν Μ sed ἰ]θύνειν in marg | αὐτῆς UCa)

479
δυναστείας οἷον ἀκρόπολις, καὶ τύχῃ τε ἀγαθῇ συνέζων ἐνθάδε καὶ τοῖς ἁπανταχόθεν τήνδε ἐπήσκουν· ἐπεὶ δὲ τὴν μὲν ἐκείνων ἀρχὴν ἔστησεν ὁ θεός, τῇ δὲ μαίων οἷον σειρᾷ χρυσῇ τὰ πάντα ἐζώννυ, ταχέως μὲν ᾔσθετο τῆς ἐν οὐρανῷ βουλῆς, ἀψοφητὶ δὲ τὴν μετα- βολὴν ἐδέξατο. ὧν δὲ ἀναγκαῖον ἦν γενέσθαι καὶ μεμαχημένην, τούτοις ἀμαχεὶ προσέθετο καθαρὸν δυσμε- νείας τὸν μέλλοντα παρασκευάζουσα χρόνον καὶ οὐ διδοῦσα πρόφασιν μνησικακεῖν.