Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
μετὰ γὰρ τὴν ἐν Ἰσσῷ μάχην καὶ τὴν τοῦ Δαρείου φυγὴν Ἀλέξανδρος τῆς Ἀσίας τὰ μὲν ἔχων, τῶν δὲ ἐπιθυμῶν, καὶ τὸ μὲν κεκρατημένον [*](4) μικρὸν ἡγούμενος, βλέπων δὲ πρὸς τὰ πέρατα τῆς γῆς [*](R 296) ἧκεν εἰς τήνδε τὴν χώραν, | στησάμενος δὲ τὴν σκη- νὴν ἐγγὺς τῆς πηγῆς, ἣ νῦν μὲν ἐκείνου ποιήσαντος εἰς ἱεροῦ τύπον ἐσχημάτισται, τότε δὲ αὐτῇ κάλλος ἦν μόνον τὸ ὕδωρ, ἐνταῦθα τὸ σῶμα θεραπεύων ἐπὶ τοῖς πόνοις πίνει τῆς πηγῆς ὕδωρ ψυχρόν τε καὶ διαφανὲς καὶ ἥδιστον.