Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τί δὲ τοῦτό ἐστιν; εἰ τὸ μέτρον αὐτῆς ὡς ἐπὶ πλεῖστον ἐξῆκτο τῆς γῆς ἔτι Περσῶν τὴν Ἀσίαν ἐχόντων, οἳ καὶ χρήμασιν ἴσχυον καὶ ὅπλοις ἔρρωντο καὶ πᾶσιν ἐξέλαμπον, ἦν ἀνάγκη καλουμένους ὑπὸ τῶν ἡγουμένων εἰς κοινωνίαν στρα- τείας ἢ πειθομένους στρατεύεσθαι ἢ μὴ πειθομένους Πέρσαις πολεμεῖν, μίαν δὴ πόλιν τοσαύτῃ βασιλείᾳ. ἦν δ’ ἂν οὔτε ἐκεῖνο καλὸν οὔτε τοῦτο ἀκίνδυνον.