Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

μείζω δὲ ἤδη περίνοιαν λαμβάνων ἐπιχειρεῖ κτήσασθαι τῇ πόλει τὴν Κυπρίων εὔνοιαν καὶ γαμεῖ τὴν θυγατέρα Σαλα- μίνου, ὃς ἐτυράννει Κυπρίων. πλεούσῃ δὲ τῇ παρθένῳ συνανήγετο στόλος παραπομπὴν τῇ νύμφῃ ποιοῦντες θαλάττιον. ὡς δὲ ἐγεύσαντο τῆς ἡμετέρας, ἀφεῖσαν τὴν νῆσον καὶ | ἐγένοντο μοῖρα τῇ πόλει.

ση- μεῖον δὴ ποιήσαιτ’ ἄν τις τοῦ κατ’ ἀρετὴν βεβοῆσθαι τὸν Κάσον τὸ τὸν ἄρχοντα νήσου τοσαύτης τὸ κῆδος ἀσμένως συνάψασθαι καὶ τῆς γε ἡμερότητος τοῦ Κάσου σημεῖον τὸ τοὺς ἄγοντας τὴν κόρην ἀνθελέσθαι τῶν φιλτάτων τὴν προστασίαν ἐκείνου.

λέγεται δὲ καὶ τῶν Ἡρακλειδῶν τινας κατὰ τὴν ἔλασιν ἣν ὑπ’ Εὐρυ- σθέως ἠλαύνοντο, πολλοὺς Ἠλείων ἄγοντας καὶ τὴν μὲν Εὐρώπην ἅπασαν, τῆς δὲ Ἀσίας τὴν ἄλλην ὑπερ- ιδόντας ἐνταῦθα στῆσαι τοὺς μόχθους καὶ αὐτοῦ τε ἱδρυθῆναι καὶ προσθήκην ἀνεγεῖραι τῇ πόλει τὴν Ἡράκλειαν.

σκοπείτω δή τις τὴν εὐγένειαν καὶ ὡς ὅτιπερ κράτιστον τῶν ἑκασταχοῦ, τοῦτο ἐνταυθοῖ [*](9 Her. III 39, 2 10 Thuc. II 29, 3 14 cf. Malal. p. 204, 9) [*](2 κασιώτην MCa Mor κασσιώτην Μο | ᾤκησε I ᾤκησε Μο 4 Σαλαμίνου scripsi e Pausania Damasc. fr. 4 apud. Malal. 1. 1. (Mueller fr. hist. IV 469) ὁ Κάσος βασιλεὺς ἠγάγετο Ἀμυκὴν τὴν καὶ Κιττίαν, θυγατέρα Σαλαμίνου (cod. Oxon.: σα|σαλαμί- νου) τοῦ Κυπρίων βασιλέως σαλαμῖνος libri edd 7 ,,malim ἀφῆκαν aut ἀφίεσαν“ Re 9 δὴ Ρ δὲ ΙΒ 10 Κάσον] ἄνδρα Μο 11 κάσσου Μο 13 λέγεται — 19 ἡράκλειαν citat Plan fol. 103 13 καὶ om UIBMMoCa Plan 16 δ’ Re 18 ἱδρυνθῆναι Ca | ἀεγεῖραι C sed ν suprascr. m2 ἐγεῖραι MMoCa ἀγεῖραι I sed γρ ἀνεγεῖραι suprascr. m2 B Plan 19 δέ Μ 20 ἕκαστον Β ἁπανταχοῦ Μο)

455
συνερρύηκεν, ὥσπερ εἴς τι χωρίον ἐξῃρημένον ὑπὸ τῶν κρειττόνων εἰς ὑποδοχὴν ἀνδρῶν ἀξίων θαυμάσαι, καὶ μόνοις ἡμῖν αἰ ῥίζαι τὰ παρ’ ἑκάστοις σεμνὰ συνήγαγον εἰς ταὐτό, τὴν Ἀργείων παλαιότητα, τὴν Κρητικὴν εὐνομίαν, γένος ἐκ Κύπρου βασίλειον, τὴν Ἡρακλέους ἀπορροήν.

Ἀθήνηθεν δὲ οὓς ἐδεξάμεθα καὶ ὅσοις ἄλλοις Ἑλληνικοῖς γένεσιν ἀνεκράθημεν, ἐπειδὰν ὁ λόγος χωρῶν ἐπ’ ἐκείνους ἔλθῃ | τοὺς χρόνους, [*](R 291) εἰρήσεται.

59. Νυνὶ δὲ λεκτέον, ὡς καὶ τῇ Περσικῇ βασιλείᾳ τὸ χωρίον ἄνωθεν αἰδέσιμον. καὶ νὴ Δία γε καὶ τοῖς Περσῶν θεοῖς ἔντιμον καὶ πρό γε ἐκείνων Ἀσυρίοις. ἐστράτευε μὲν γὰρ ἐπ’ Αἴγυπτον ὁ Καμβύσης, γυνὴ δὲ αὐτῷ Μερόη παρῆν. σκηνώσαντες δὲ ἐν τῷ τόπῳ, ᾧ τὴν αὑτῆς ἔδωκε προσηγορίαν ἡ γυνή, ἡ μὲν ἦλθεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, ὡς θύσειε, Σεμίραμις δὲ ἡ Ἀσυρίων ἄρχουσα τῇ θεῷ τὸν νεὼν ἐπεποιήκει.

ἰδοῦσα δὲ τὴν ὀροφὴν ὑπὸ γήρως ἀπειρηκυῖαν δεῖται Καμβύσου θεραπεῦσαι τὸ πεπονηκός. ὁ δὲ μετεωρότερόν τε τὸν νεὼν ἦρεν ἐπιβολαῖς τοίχων καὶ περιήλασε περίβολον ἱκανὸν δέξασθαι πανήγυριν, αὐτῇ δὲ τῇ πανηγύρει τοὔνομα ἀπὸ τῆς γυναικὸς ἔθετο· ἡ [*](2 καὶ μόνοις — 6 ἀπορροήν citat Plan fol. 103 3 αἱ ῥίζαι excepto αἰ (2) eras U ἐρίζεται I sed γρ αἱ ῥίζαι suprascr. m2 4 τὴν (1)] τῶν Ca om B | Κρητῶν Plan 5 τὸ γένος Gasda 6 ὅσους Μο 12 ἀσσυρίοις MoCa edd formam constantem optimorum librorum hic et ubique reposui 13 ἐστράτευσε ΒΜΜο 14 τῷ om Mo 15 αὑτῆς ex αὐτῆς corr A2 | ἡ εἰ γυνή om U | ὁ Mo 16 εἰς in ras ὡς A ὡς Re | νεὼν UIBMMoCa | δ’ ΜΜο 17 ἀσσυρίων MoCa edd cf. ad 1. 12 18 ,,num ἀπερρυηκυῖαν?“ Iacobs 20 ναὸν U | ἐπιβολὴ Μο | τῶν τοίχων MoI sed in hoc τῶν inser m2, Re 21 τὴν πανήγυριν Ca 22 τῆς om Ca)

456
δὲ κλήρους τε ἀνῆκε τῇ δαίμονι καὶ γυναῖκας ἐγκατέ- στησεν ἐπιμελεῖσθαι καὶ τῆς Περσικῆς εὐδαιμονίας τὸ ἱερὸν ἐνέπλησε θρόνους ἀναθεῖσα καὶ κλίνας καὶ τόξα, πάντα χρυσᾶ.

τούτων δὲ ἐπιτελεσθέντων ἐπῆλθε τοῖς τὴν Ἰώνην κατοικοῦσι καταβῆναι πρὸς Καμβύσην. ὡς δὲ εἰσήγγειλαν οἷς τοῦτο προσέκειτο, καλεῖ παρ’ | [*](R 292) αὑτὸν καὶ ἤρετο, τίνες ὄντες καὶ τί παθόντες τὴν ἐκείνου κατέχοιεν.

γνοὺς δέ, ὅθεν τε ὥρμηντο, καὶ τὰς τύχας ὑφ’ ὧν ἐκομίσθησαν, καὶ θαυμάσας τὸ συμμῖξαι βουληθῆναι μᾶλλον ἢ παριόντα λαθεῖν, οὐχ ὡς ἀπαιτεῖν δίκαιος ὢν χάριτας τοὺς τὴν αὑτοῦ χοντας, ἀλλ’ ὡς ἂν αὐτὸς ἐκείνοις ὀφείλων τῆς ἐνοι- κήσεως οὕτω διετέθη τὴν γνώμην. σημεῖον δέ, δῶρα δοὺς ὥσπερ εὐεργέτας ἀπέπεμψε.

λεγέτω τοίνυν ὁ βουλόμενος τὴν ἀγριότητα Καμβύσου καὶ ὡς οὐκ ἦν ἑαυτοῦ. μᾶλλον γὰρ τὸ μετὰ θεῶν τε καὶ ὑπὸ θεοῖς ζῆν τοὺς προγόνους φανεῖται. τὸ γὰρ τὸν Ὀργῇ χρώ- μενον εἰς ἅπαντα καὶ τὴν ὠμότητα ποιούμενον ἡδονὴν κρείττω γενέσθαι τῆς φύσεως πρὸς τὴν ἐκείνων θέαν καὶ μὴ παροξυνθῆναι πρὸς ἄνδρας Ἕλληνας τὴν λέως νεμομένους πῶς οὐ θεοῦ τινος ἦν ἄντικρυς ἐπὶ [*](15 Her. III 30 sq.) [*](2 περσικῆς ἐπιμελείας καὶ εὐδ. Μο 3 ἔπλησε BMCa 5 οἰκοῦσι Μο 6 πρὸς ΒΜ 7 αὐτὸν APUIBMCa Mor | ,,malim μαθόντες“ Re 8 κατάσχοιεν Μο 10 παρόντας? 11 αὑτοῦ ex αὐτοῦ corr A2 αὐτοῦ UBMMoCaP (οῦ in ras circumflex. e gravi m3 m3) I οῦ in ras m2) 15 ἦν ἐν Cobet Misc. 146 16 γὰρ] δὲ Β γὰρ οὕτω Gasda coll. 489, 13 | τὸ in τῷ corr Μ2 17 post προγόνους inser νικήσας Μ2 18 εἰς — 19 γενέσθαι om Ca 18 πρὸς Re | ἅπαντας U ἅπαντας I 19 κρείττω γενέσθαι τῆς excepto κρείττ in ras P3 | γινόμενον C sed ἕσθαι suprascr. s ABMMo Re | τῆς αὐτοῦ φύσεως U et (αὐτοῦ corr in αὑτοῦ) I 20 καὶ eras del Re)

457
τὴν σκηνὴν αὐτοὺς παραπέμποντος καὶ παρασκευά- ζοντός γε ἀμφότερα, τοὺς μέν, ὅπως θαρρήσαιεν, τὸν δ’ ὅπως | μὴ τραχυνθείη, καὶ τῶν μὲν ἐξαιροῦντος [*](R 293) τὸν φόβον, τοῦ δὲ κοιμίζοντος τὸν θυμόν;

καὶ τί δεῖ τεκμαιρόμενον λέγειν ἀφέντα ἔργον περιφα- νές; παρὰ θεοῖς ἄνωθεν ἐράσμιος ὁ χῶρος. ὃν γὰρ μέγιστον ἄγουσι θεὸν Πέρσαι τὸν Ἥλιον, καὶ τὰς [*](†) σατραπείας ὑπ’ αὐτῷ Πέρσιδι φωνῇ, οὗτος, ἐπειδὴ τὸν Καμβύσην ὕπνος ἔλαβεν, ἐπὶ τῷ πρώτῳ στὰς ὑπὲρ κεφαλῆς ἐν ὀνείρασιν αὐτῷ διελέγετο κελεύων αὐτὸν αὐτοῦ καταλιπεῖν μηδὲ εἰς Αἴγυπτον ἄγειν καὶ προεῖπέ γε, ὡς πόλιν ὁ τόπος δέξεται, νων ποίημα.

Καμβύσης δὲ χαρίζεται τῷ θεῷ καὶ πλησίον που τῆς Ἀρτέμιδος τὸν ἀδελφὸν ἱδρύσατο. καὶ οὕτως ἐδέξατο τὸν Περσῶν θεὸν ἔνοικόν τε καὶ ἐραστὴν ὁ τόπος καὶ μάντιν τῆς μελλούσης τύχης οὐδὲν τοῦ Καμβύσου πρὸς τὴν πρόρρησιν παθόντος ὧν εἴωθεν ἐμποιεῖν ὁ φθόνος.

οἱ μὲν οὖν λαμ- πρύνοντες τάς τε Ἀθήνας καὶ Κορινθίων τὸ ἄστυ θεομαχίας περὶ τὰς πόλεις ἱστᾶσιν, ὑπὲρ Κορίνθου [*](3 Eur. Phoen. 991 4 Plat. Leg. IX p. 873 Α 7 Hesych. s. v. Μίθρης Curt. IV 13, 12.) [*](2 ἀμφοτέρους Re | θαρρήσαιεν — 3 ὅπως om Mor 7 ᾄδουσι Re, quod iam correxerunt Iacobs Ach. Τ. 795 et Lobeck Phryn. p. 419 7 οἱ πέρσαι Ca | καὶ — 8 φωνὴ verba labem vel lacu- nam contraxerunt 8 στρατείας UI sed in hoc γρ σατρα- πείας suprascr. m2 num τὰς στρατείας ὑπ’ αὐτῷ <ποιοῦν- ται, (Μίθρης δὲ καλεῖται> Πέρσιδι φωνῇ)? | ἐπ’ Re supra πρώτωι C s, Ρ4 in ras, UI τόπω πρώτῳ Mor 11 αὐτοῦ] αὐτῶν Μο 12 δέξαιτο UI sed in hoc δέξεται suprascr. m2 14 ἀδελφὸν in τῶν δελφῶν corr C s 15 ὁ in θεὸν in ras I2 θεῶν Ρ 16 ελλ in μελλούσης in ras Ρ4 μελούσης Α 18 οἱ μὲν — 458, 8 πίστιν citat Plan fol. 103 20 ἱστᾶσιν U sed ᾶ erasum, I sed ᾶ in ras m2, B sed ι prius in ras m2)

458
[*](R 294) μὲν | Ἡλίου πρὸς τὸν ἄρχοντα τῆς θαλάσσης, ὑπὲρ δὲ τῆς Ἀττικῆς Ἀθηνᾶς πρὸς τὸν αὐτὸν τοῦτον θεόν, καὶ μικροῦ διαλύουσι τὴν ἁρμονίαν τοῦ παντὸς εἰς τὴν τῆς θεομαχίας τόλμαν δυσσεβέσι κόσμοις κοσμοῦν- τες ὅς ἐπαινοῦσι πόλεις καὶ διὰ τῆς εἰς τὸ θεῖον ὕβρεως πληροῦντες τῆς εὐνοίας τὴν χάριν, ἀγνοοῦντες, ὡς ἐνὶ τούτῳ ψεύδει καὶ τῶν ἄλλων ἐπαίνων‘ ροῦνται τὴν πίστιν.

ἡμῖν δὲ ἐρασταὶ μὲν γεγόνασι θεοί, πόλεμος δὲ ἐκείνοις πρὸς ἀλλήλους οὐδείς, οὐδὲ γὰρ θέμις· ὥστε τὸ μὲν καλὸν τῶν ἐν Ἕλλησι καὶ τῇδε, ὃ δὲ καὶ παρ’ ἐκείνοις κρεῖττον ἂν ἦν μὴ ῥηθέν, τοῦτο τῇδε οὐ τετόλμηται.

ἔχοντες τοίνυν τὴν Ἰώνην οἱ τότε, παῖδες ἀεὶ παρὰ πατέρων δεχόμενοι, καὶ δικαιοσύνῃ μὲν εἰς ἀλλήλους χρώμενοι, τὸν δὲ βίον ἀπὸ τῆς γῆς ποιούμενοι καὶ τελοῦντες τὰ εἰκότα τοῖς θεοῖς μετ’ εὐδαιμονίας ἁπάσης ᾤκουν ἐν μέσῃ τῇ βαρ- βάρῳ πόλιν Ἑλλάδα παρεχόμενοι καὶ τηρήσαντες τὸ ἦθος καθαρὸν ἐν τοσαύτῃ νόσῳ τῇ κύκλῳ κατὰ τὸν [*](1 Cf. t. I p. 434, 3 R. Paus. II 1, 6 2 Arist. or. I 169, 11 D.) [*](1 ἡλίου Β ἡλίῳ ΜΜο Plan | α alterum in ἄρχοντα in ἁ ras 3 litterarum C n | θαλάττης I 2 ἀθηνᾶς Β ἀθηνᾷ ΜΜο Plan 3 π in παντὸς in ras Ρ4 4 τῆς inser Μο2 | θεομαχίας supra θεολογίας C s et A2 γρ θεομαχίας supra μυθο- λογίας I2 θεολογίας Β μυθολογίας MoCa Plan 6 τῆς εὐνοίας scripsi coll. p. 463, 19 τοῖς ἀνθρώποις libri Plan edd | voci ἀγνοοῦντες in Μο media in linea succedunt τέθεινται τὴν μὲν (= p. 485, 22) κτλ. verba media inde ab ὡς ἐνὶ usque ad προ- κάμνειν leguntur in Mon. gr. 101 fol. 262—269v, quem compendio Mo significo. Cf. Proll. p. 414 10 ,,malim κάλλι- στον“ Re | ἐν om Mor 11 ἦν om M 16 ἀπάσης in marg add I 18 κύκλω supra ὀφθαλμίω B2)

459
ἐπ’ Ἀλφειῷ νενικηκότα μῦθον, ὅς ἐκ Πελοποννήσου πρὸς Σικελίαν ἄγει | τὸν ποταμὸν διὰ θαλάσσης R 295 μέσης ἀμιγῆ πρὸς τὴν θάλατταν.

69. Οὐ μὴν εὐθὺς ἡ πόλις μεγάλη καὶ πολυάν- θρωπος, οὕτω γὰρ ἦν, οἶμαι, συμφέρον, ἀλλ’ ἀνέμενεν ἡ ταύτης αὔξησις τὸν ἀμείνω χρόνον· τέως δὲ ἐν βρα- χυτέρῳ διῆγε πλάσματι μένουσα ἐλάττων, ἡνίκα οὐ βέλτιον εἶναι μείζω.

τί δὲ τοῦτό ἐστιν; εἰ τὸ μέτρον αὐτῆς ὡς ἐπὶ πλεῖστον ἐξῆκτο τῆς γῆς ἔτι Περσῶν τὴν Ἀσίαν ἐχόντων, οἳ καὶ χρήμασιν ἴσχυον καὶ ὅπλοις ἔρρωντο καὶ πᾶσιν ἐξέλαμπον, ἦν ἀνάγκη καλουμένους ὑπὸ τῶν ἡγουμένων εἰς κοινωνίαν στρα- τείας ἢ πειθομένους στρατεύεσθαι ἢ μὴ πειθομένους Πέρσαις πολεμεῖν, μίαν δὴ πόλιν τοσαύτῃ βασιλείᾳ. ἦν δ’ ἂν οὔτε ἐκεῖνο καλὸν οὔτε τοῦτο ἀκίνδυνον.

νῦν δὲ οὐκ αὐξηθέντες παρὰ καιρόν, ἀλλ’ ἐν τούτῳ σχήματος στάντες, ὃ καὶ τοῦ δρᾶν τι δυσχερὲς καὶ τοῦ παθεῖν τι κακὸν ἀπήλλαττεν, εἰς μέγεθος προὔβησαν, ἡνίκα ἄρχειν ἔδει, οἶα παῖδες εὐγενεῖς ἐν τυραννίδι μὲν τῇ νεότητι διαλαθόντες, εἰς ἡλικίαν δὲ ἐλθόντες [*](1 cf. διηγήματα IV 865 et 1107 sq.) [*](1 τοῦτόν φασι τὸν Ἀλφειὸν ποταμὸν διὰ μέσης θαλάττης ῥέοντα γλυκύν τε εἶναι καὶ πότιμον Β2) [*](1 olim conieci Ἀλφειοῦ, at cf. p. 491, 2 τὸν ἐπ’ Ἀμαζόσι λόγον πιστωσάμεναι 2 θαλάττης ΙΒΜ 3 θάλασσαν CUCa Re 5 οὔπω Sintenis | ἦν inserui ex UIBMCa om reliqui libri edd | ἐνέμενεν Β 8 μείζων CIBMMo Mor et eraso ν ΑΡ νομίζων Ca 9 ἐπιπλεῖστον Β 10 οἳ] ἢ Μο 12 ὑπὸ — 13 ἢ πειθομένους in marg add Μο2 15 οὔτ᾿ Ι 16 δ’ Re | παράκαιρον Β 17 σχήματι C sed ὃς suprascr. f, et Mor 18 κακὸν] δυσχερ Ca 20 διαλαβόντες Μο sed θ suprascr.)

460
ἤδη πεπαυμένης.

μετὰ γὰρ τὴν ἐν Ἰσσῷ μάχην καὶ τὴν τοῦ Δαρείου φυγὴν Ἀλέξανδρος τῆς Ἀσίας τὰ μὲν ἔχων, τῶν δὲ ἐπιθυμῶν, καὶ τὸ μὲν κεκρατημένον [*](4) μικρὸν ἡγούμενος, βλέπων δὲ πρὸς τὰ πέρατα τῆς γῆς [*](R 296) ἧκεν εἰς τήνδε τὴν χώραν, | στησάμενος δὲ τὴν σκη- νὴν ἐγγὺς τῆς πηγῆς, ἣ νῦν μὲν ἐκείνου ποιήσαντος εἰς ἱεροῦ τύπον ἐσχημάτισται, τότε δὲ αὐτῇ κάλλος ἦν μόνον τὸ ὕδωρ, ἐνταῦθα τὸ σῶμα θεραπεύων ἐπὶ τοῖς πόνοις πίνει τῆς πηγῆς ὕδωρ ψυχρόν τε καὶ διαφανὲς καὶ ἥδιστον.

ἡ δὲ τῆς πόσεως ἡδονὴ τοῦ μητρῴου μαστοῦ τὸν Ἀλέξανδρον ἀνέμνησε καὶ πρός τε τοὺς συνόντας ἐξεῖπεν, ὡς ὅσαπερ ἐκείνῳ, τοσαῦτα ἐνείη τῷ ὕδατι, καὶ τοὔνομα τῆς μητρὸς ἔδωκε τῇ πηγῇ. Δαρείω μὲν οὖν ἐπὶ Σκύθας ἐλαύνοντι Τέαρος ἐν Θρᾴκῃ ποταμὸς ἔδοξεν εἶναι κάλλιστος, καὶ στήλην ὁ Δαρεῖος στήσας τοῦτο ἐνέγραψεν αὐτῇ Τέαρον εἶναι [*](10 p. 525, 11. 465, 11. Malal. p. 234. Anth. Pal. IX 699) [*](14 Her. IV 90 sq. Anth. Pal. IX 703) [*](9 πίνει τις οἴνου πίνει δὲ τὴν κύλικα· τὸ δὲ προπίνω ἀεὶ αἰτιατικὴ Δημοσθένης ἐν τῷ περὶ παραπρεσβείας προὔπιε τὴν Ἑλλάδα B2 (= Thom. M. p. 293, 5 8. ν. πίνει) 11 μαστὸς ἐπὶ γυναικὸς διὰ τοῦ στ ἐκφέρεται, οἱονεὶ μασητός· ἐπὶ δὲ ἀνδρὸς διὰ τοῦ σθ, δηλονότι ὁ μὴ ἐσθιόμενος. γράφεται δὲ ὁ τῆς γυναι- κὸς καὶ μαστὸς καὶ θηλή· εὕρηται δὲ μαζὸς παρὰ τοῖς ποιηταῖς Β2 (cf. Thom. Μ. p. 232, 16 8. ν. μαστός et p. 176, 13 R)) [*](1 Ἰσσῷ Re 2 τοῦ om UIBMCa | ἀλέξανδρος τὰ μὲν τῆς ἀσίας UI 3 ἔχων — 4 δὲ om Ca 5 ἧκεν — 6 πηγῆς om Ca 6 ἐντὸς Β | μὲν om Re | μὲν ἐκείνου] ἐκείνου μὲν UI 9 τὸ ὕδωρ Gasda | τε om I 12 ἐξεῖπεν scripsi e Ca (et Athoo et Vaticano gr. 82) cum Iacobsio et Sinteni ἐξεῖπέν reliqui libri edd sed corr in ἐξεῖπεν I2 et ἐξεῖπ ν U | τοσαῦτ’ Β 14 Ταίναρος Mor quod correxit hic et 1. 16 Wesseling ad Her. IV 90 p. 322 16 τοῦτον Μο | αὐτὸ CP sed in hoc corr in αὐτῇ m5, Mo sed in hoc αὐτὴ in marg m2 16 εἶναι —461, 1 ἡμετέραν Mo2 in marg)

461
ποταμῶν κάλλιστον· Ἀλέξανδρος δὲ τὴν ἡμετέραν πηγὴν οὐ πρὸς ὑδάτων ἅμιλλαν ἐξήγαγε, τῷ δὲ τῆς Ὀλυμ- πιάδος ἐξίσωσε γάλακτι. τοσαύτην εὗρεν ἐν τοῖς νάμασι τὴν ἡδονήν.

τοιγαροῦν ἤσκησέ τε εὐθὺς τὸν τόπον κρήνῃ τε καὶ τοῖς ἄλλοις, οἷς <ἐνῆν> ἐν τοσούτῳ δρόμῳ τῷ διὰ τῶν πραγμάτων, ὃν ἐκεῖνος ὀξύτατον ἔθει, καὶ πόλιν ὥρμησεν οἰκίζειν, ὡς ἂν ἐντυχὼν τόπῳ δυνα- μένῳ χωρῆσαι τὴν αὑτοῦ μεγαλοπρέπειαν.

διττῷ δὲ πόθῳ κατειλημμένος, τῷ μὲν πρὸς τὴν ἡμετέραν χώραν, τῷ δὲ πρὸς τὴν τῶν ὑπολοίπων κτῆσιν, καὶ τοῦ μὲν ἀναγκάζοντος | μένειν, τοῦ δὲ ἐπείγοντος [*](R 297) τρέχειν καὶ] τὴν ψυχὴν ἀνθελκόμενος εἰς οἰκισμόν τε καὶ πόλεμον οὐκ ἐποιήσατο κώλυμα θατέρῳ θάτερον οὐδὲ ἠνέσχετο οὔτε τὴν ὅλην σπουδὴν ἀνελεῖν διὰ τὴν πόλιν οὔτε ἐκείνην πληρῶν ἣν εἰς τὸ πολίζειν ἔσχεν ἐπιθυμίαν σβέσαι, ἀλλ’ ἀμφοτέρων ἐχόμενος τῇ μὲν ἐδίδου τὰς ἀρχάς, ἐπὶ δὲ τὴν Φοινίκην ἦγε τὴν δύναμιν.