Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

αἱ δὲ ἀρχαὶ τοῦ κατοικισμοῦ Ζεὺς Βοττιαῖος θεὶς ὑπὸ Ἀλεξάνδρου <καὶ> ἡ ἄκρα τῆς δος λαβοῦσα τοὔνομα καὶ Ἠμαθία κληθεῖσα. τουτὶ δέ, οἶμαι, σύμβολον ἦν τῆς Ἀλεξάνδρου γνώμης, ὡς [*](18 Βόττεια πόλις Μακεδονίας Β2 20 Ἠμαθία ἡ τοπρὶν Παιωνία προσαγορευομένη Β2 (cf. Suidas s. v.)) [*](1 ποταμὸν ΡΒ | τὴν in ras Ρ5 | τὴν μὲν ἡμ. UIBMoCa 5 οἷς ἐνῆν scripsi ὃς CAPMo Re ὡς reliqui libri Mor Sintenis ante ὡς excidisse δῆλον ποιῶν vel simile quid putavit Re Anim 8 αὑτοῦ C et ex αὐτοῦ corr A2 αὐτοῦ reliqui libri 9 τὴν inser I2 om U 11 κατεπείγοντος U 12 καὶ cancellavi 18 ι prius in βοττιαῖος in εἰ corr Β2 19 τοῦ ἀλεξάνδρου UI | καὶ inserui | ἥ τε O. Mueller Antioch. p. 23 ἢ Μο ᾑ Re cf. p. 465, 8)

462
ἐπὶ τῷ τέλει τῶν πραγμάτων τήνδε ἀντὶ τῆς οἰκείας αἱρήσεται.

τοιαῦτα δὴ προοίμια τῆς οἰκίσεως ᾄσας καὶ τελῶν ἡμῖν εἰς οἰκιστὰς ὁ τοῦ Δῖός παῖς τε καὶ πιστωσάμενος τοῖς ἔργοις τὴν φήμην αὐτὸς μὲν ὡς τὸν τοκέα τὴν ταχίστην μεταστὰς οὐκ ἔσχε τέλος ἐπιθεῖναι τῷ πόθῳ· ὁ δ’ ἐκεῖνον διαδεξάμενος, μᾶλλον δ’ ἐν πολλοῖς διαδόχοις μόνος ἄξιος τῆς ἐκείνου τάξεως κληρονόμος, Σέλευκος ἀντ’ Ἀλεξάνδρου τῇ πόλει γίνεται τὴν ἀρχὴν ἀνδραγαθίᾳ κτησάμενος καὶ πρότερον καὶ δεύτερον.

οἷς μὲν γὰρ ἐβοήθησε, τούτους τῶν ἐχθρῶν μείζους ἐποίησεν· οὓς δὲ ἐποίησεν ἰσχυρούς, ὑπὸ ὑπὸ των ἐπεβουλεύετο. σωθεὶς δὲ ἐκ μέσης τῆς πάγης | [*](R 298) πάλιν ἑτέροις βοηθῶν ἐθαυμάζετο. τυχὼν δὲ τούτων δικαίων ἐν τῷ μέρει τὴν χάριν ἀπελάμβανεν. ἡ δὲ χάρις ἦν κομίσασθαι ταῦτα ὧν ἐξέπεσεν ἀδικούμενος.

ὁ Σέλευκος γὰρ διὰ μὲν εὐψυχίαν ἵππαρχος ὑπὸ Περ- δίκκου γίνεται, Περδίκκου δὲ ἐν Αἰγύπτῳ τελευτή- σαντος καλούμενος ὑπὸ τῶν Μακεδόνων εἰς τὴν ἐκείνου δυναστείαν εἰσῆλθε καὶ εἶχε σατραπείαν τὴν Βαβυλω- νίαν.

Ἀντιγόνῳ δὲ πολεμοῦντι πρὸς Εὐμενῆ σύμ- [*](16 Diod. XVIII 3. Appian. Syr. 57. 17. Arrian. et Dexipp. ap. Phot. bibl. XCII p. 71b 28 et LXXXII p. 64b 28) [*](2 οἰκίσεως scripsi e Μ auctore Re coll. Thuc. V 11, 2 οἰκή- σεως libri edd 3 εἰς in ras Ι2 ὃς U | οἰκιστὴν U 4 τοῖς inser I2 5 τηνταχίστην Β 6 ἐκεῖνο U sed post o rasura unius litt | δεξάμενος UI sed in hoc δία antepos. m2 7 δὲ R | ς in ἄξιος in ras B2 8 γίγνεται UIMBCa et e γίνεται corr Mo2 14 ν in δικαίων add. Μο2 | ἀπολαμβάνει Β et m2 supra ἀπελάμβανεν Μ 15 ὡς Μο 16 ἵππαρχος Ι sed ιπ in ras m2 ὕπαρχος Ca 16 et 17 περδίκου ΙΒΜ 19 σατραπίαν ΙΜ 20 εὐμενῆ acuto supra altero ἑ et post ἡ duabus litteris erasis I εὐμεν duabus litteris erasis U cf. Eust ad II. ἑ 576)

463
μαχος ἐλθὼν τὸν μὲν Εὐμενῆ συγκαθεῖλε, πονηρὸν δὲ ἄρα τὸν Ἀντίγονον εὖ ποιῶν οὐκ ᾔδει· ὃς ἐπειδὴ δι’ ἐκείνου μέγας ἐγεγόνει, φθόνον εἰς τὸν εὐεργέτην λαβὼν ἐβούλευε θάνατον. ἐντεῦθεν δὴ θεῶν τις χεῖρα ὑπερέσχεν, ὥσπερ ἐν δράματι· ἀπὸ γὰρ τῆς αὐτῆς οἰκίας ὅ τε φόνος αὐτῷ κατεσκεύαστο καὶ τὸ τῆς σω- τηρίας εὑρίσκετο.

τοῦ μὲν γὰρ Θησέως τὴν ὥραν Ἀριάδνη θαυμάσασα τῇ μηρίνθῳ τοῦ λαβυρίνθου τὸν νεανίσκον ἐξέσωσε, Σελεύκου δὲ τὴν ἀρετὴν ὁ παῖς Ἀντιγόνου Δημήτριος ἀγασθεὶς γράμμασι μηνύει τὸν ἐπ’ ἐκείνῳ τοῦ πατρὸς δόλον, ἃ τῷ στύρακι τοῦ δορὸς εἰς τὴν κόνιν ἐνέγραψε τῷ μὲν δηλῶν τὸ μέλλον, τοὺς δὲ παρόντας λανθάνων.

ἐντεῦθεν τὰ Εὐαγόρου Σέλευκος ὑπέμενε καὶ μικρὸν ὕστερον ἴσχυσε. τῷ καιρῷ μὲν γὰρ ὑποχωρήσας εἰς Αἴγυπτον ἀπαλλάτ- τεται, | βεβαιούμενος δὲ αὐτόθι Πτολεμαίῳ τὴν βασι- [*](R 299) λείαν, οὐ πλῆθος στρατιᾶς παρεχόμενος, ἀλλ’ ἒν σῶμα τὸ αὑτοῦ καὶ ψυχὴν μίαν, ἐπειδὴ τοῖς ἐκείνου πράγμα- σιν ἀσφάλειαν περιέθηκεν, ἐπεσπάσατο Πτολεμαῖον εἰς τὸ κατάγειν αὐτὸν καὶ λαβὼν ἱππέας καὶ πεζούς, ἀμ- φοτέρους εἰς χιλίους, ἐξέωσε μὲν τῆς Βαβυλῶνος τοὺς ἐχθρούς, ἐκομίσατο δὲ τὴν ἀρχὴν καὶ γυναῖκα καὶ παῖδας καὶ τὴν ἀρχαίαν λαμπρότητα.

ἡγησάμενος δὲ τὰ μὲν αὑτοῦ διὰ τούτων ἀπειληφέναι, τὴν δίκην [*](13 Isocr. Euag. § 26 sq.) [*](1 εὐμενῆι C 4 ἐνταῦθα I sed ταῦ in ras m2 | δὲ Re 5 ὑπέσχεν Ca 6 φόνος scripsi auctore Cobeto Mnem. III 246 φθόνος libri edd 9 νεανίαν UI | ἐξέωσε ACPBMMoCa Mor 10 ἀγασθεὶς I sed ἂγ in ras m2 ᾀσθεὶς U sed ante α rasura 2 vel 3 litt 11 φόνον UI sed in hoc γρ δόλον suprascr. m2 | τῷ e τὸ corr Ι2 15 ὑπ. αὐτίκα ἀπ. εἰς Αἴγ. Mor 18 αὐτοῦ PBMMoCaI sed in hoc ’ in ‘ corr m2 24 αὑτοῦ ex αὐτοῦ corr A2I2 αὐτοῦ PUMo)

464
δὲ αὐτῷ τῆς ἐπιβουλῆς ὀφείλεσθαι στρατεύσας ἐπ’ Ἀντίγονον ἐν Φρυγίᾳ συμβαλὼν καὶ νικήσας ἀπέκτεινε τῆς ἐπ’ αὐτὸν ἐνέδρας ἐμφανεῖ μάχῃ τὴν τιμωρίαν πραξάμενος καὶ τὴν μὲν διαφυγών, ὡς ἄν τις θεοφιλής, τὴν δὲ ἐπιθείς, ὡς ἄν τις ἀρετὴν ἠσκηκώς.

Ἀντι- γόνου δὲ ἤδη κειμένου γίνεται τὰ τοῦ πεσόντος τοῦ νενικηκότος, καὶ ὡρίζετο ἡ δυναστεία Σελεύκου λῶνί τε καὶ τοῖς κατ’ Αἴγυπτον ὄροις. καὶ χρόνος ἄρα ἐφειστήκει τίκτων ὥσπερ πάλαι τῇ πόλει τὰς ἀρχάς, οὕτω τότε τὸ μέγεθος.

καὶ γίγνεται τὸ πᾶν ὑπὸ θεοῦ. πόλις ἦν Ἀντιγόνου μὲν ἐπώνυμος, ὑπ’ γόνου δὲ πεποιημένη. τῆς δὲ νῦν οὔσης πόλεως τὸ μεταξὺ πρὸς ἐκείνην στάδιοι τετταράκοντα. ἐν ταύτῃ μετὰ τὴν νίκην ὁ Σέλευκος ἔθυε, τοῦ ταύρου δὲ ἐσφαγμένου καὶ δεδεγμένων τῶν βωμῶν ὁπόσα νόμος, ἤδη μὲν τὸ πῦρ περιεῖπε τὰ κείμενα καὶ σφοδρὸν [*](R 300) ἀνεκάετο.

| Ζεὺς δὲ κινήσας ἐκ τοῦ σκήπτρου τὸν ἑταῖρον ἑαυτοῦ καὶ φίλον ὄρνιν ἐπὶ τὸν βωμὸν ἔπεμψεν. ὁ δὲ εἰς μέσην καταποτώμενος τὴν φλόγα [*](11 Diod. Sic. XX 47 Malal. p. 199 18 II. ὢ 292. 310. 315) [*](4 π in πραξάμενος in ras C2 6 γίγνεται BMCa 9 num ἐνειστήκει? | ὡς BMCa 10 γίνεται ΑΡ | ὑπὸ τοῦ θεοῦ PCa Re 12 <μὴ> πεποιημένη? | τῆς δὲ — 13 ταράκοντα ante ἐν ταύτῃ — ἔθυε collocavi 13 στάδιοι Μ πρὸς στάδια Ca | τεσσαράκοντα I 14 μετὰ Β | ἴθυσε UI et supra ἔθυε Μο2 15 δεδεγμένου τοῦ βωμοῦ UI 16 περιῆπτε Mor num περιεῖχε’ί 17 ἀνεκαίετο Mor | ἐκ τοῦ σκήπτρου ex ἐκ σκηπτοῦ corr I2 om B σκηπτοῦ Ca sed γρ σκήπτρου in marg 18 τὸν ἑταῖρον in marg inser I | ἑαυτοῦ ex ἑαυ- τὸν corr P4 ἑαυτῶ Β et ex αὐτῶ corr Ι2 αὐτοῦ U αὐτῶ Μ 19 καταπετόμενος U et Re Anim καταπτάμενος BMCa καταπτόμενος Cobet Misc. 147)

465
ἀνελόμενος τὰ μηρία γέμοντα πυρὸς ἀπέφερε.

τοῦ συμβάντος δὲ πάντα ὀφθαλμόν τε καὶ γνώμην ἐπιστρέ- φοντος καὶ δηλοῦντος ὡς οὐκ ἄνευ θεῶν ἐδρᾶτο, τὸν υἱὸν ἐφ’ ἵππον ἀναβιβάσας ὁ Σέλευκος εἰς τὸ τὴν πτῆσιν ἀπὸ γῆς διώκειν καὶ τῷ χαλινῷ τὸν ἵππον ἰθύνειν πρὸς τὰς ὁδοὺς τοῦ πτεροῦ, βουλόμενος εἰδέναι, τί τοῖς ἡρπασμένοις ὁ ὄρνις χρήσεται.

ὁ δ’ πεύων τε καὶ ἀναβλέπων ἄγεται πρὸς τὴν Ἠμαθίαν ὑπὸ τῆς πτήσεως. οἷ δὴ κατάρας ὁ ἀετὸς ἐπὶ τὸν βωμὸν ἔθηκε τὸν τοῦ Βοττιαίου Δῖός, ὃν ἱδρυσάμενος ἦν Ἀλέξανδρος, ἡνίκα αὐτὸν εὔφρανεν ἡ πηγή· ἐδόκει τε δὴ πᾶσι καὶ τοῖς οὐ δεινοῖς συμβάλλειν ὁ Ζεὺς εἰσηγεῖσθαι πολίζειν τὸν χῶρον. καὶ οὕτως ἥ τε Ἀλεξ- άνδρου πρὸς τὸν οἰκισμὸν ὁρμὴ τε καὶ ἀρχὴ πρὸς τέλος ᾔει καὶ ἡμῖν ὁ τῶν θεῶν κορυφαῖος διὰ τῆς μαντείας οἰκιστὴς ἐγίγνετο.

ἐνταῦθα δὴ Σέλευ- κος πᾶσαν μὲν τεκτόνων συνήγαγε τέχνην, πᾶσαν δὲ εἰς ὑπουργίαν χεῖρα, πᾶσαν δὲ λίθων φαιδρότητα· ὕλη δὲ εἰς ὀροφὰς ἐτέμνετο, πλοῦτος δὲ εἰς τὴν οἰκο- δομίαν ἐξεχεῖτο.

ὑπογράφων δὲ τὸ ἄστυ τοὺς μὲν ἐλέφαντας κατὰ τὴν χώραν διίστη τῶν ἐσομένων γων, στοῶν δὲ καὶ στενωπῶν μῆκός τε καὶ εὖρος [*](22 cf. Arrian. Anab. III 2, 1) [*](4 σημείωσαι τὴν σύνταξιν Β cf. schol. ad I 427, 25 R) [*](3 δήλου ὄντος Cobet Mnem. V 107 (Coll. 103), fortasse recte 4 ἀνεβίβασεν Sintenis ,,anut ἀναβιβάζει aut pro εἰς τὸ leg. κελεύει“ Re 6 εὐθύνειν UI (sed in hoc in ἰθύνειν corr m2) et in marg Mo2 10 ι prius in Βοττιαίου in εἰ corr Β2 βοτιαίου Μο 12 τε del? | μὴ BMCa 13 τὴν χώραν Re 16 προσεγίγνετο ex ἐγίγνετο corr I2 17 δ εἰ ‘πουργίαν cum rasuris U 19 οἰκοδομὴν BMCa 20 ἀνεξεχεῖτο ἁ 22 τε om UI | εὗρος UM et ex εὖρος corr Β2 LIBANIUS ed. Foerster. I. II. 30)

466
τεμνόμενος πυροῖς ἐχρῆτο πρὸς τὴν τομήν, οὓς ἄγουσαι νῆες εἱστήκεσαν ἐν τῷ ποταμῷ.

καὶ ταχὺ μὲν ἡ [*](R 301) πόλις ἤρετο, ταχὺ δὲ τὸ ποιηθὲν | ἐπίμπλατο τῶν τε ἐκ τῆς Ἰώνης εἰς αὐτὴν καταβάντων Ἀργείων καὶ Κρητῶν καὶ τῶν ἀφ’ Ἡρακλέους, οἷς ἦν, οἶμαι, συγ- γένεια Σελεύκῳ κατὰ τὸν παλαιὸν Τήμενον, καὶ τῶν ἑπομένων αὐτῷ Σελεύκῳ στρατιωτῶν τῇδ’ ἑλομένων οἰκεῖν.

Ἀντιγονίαν δὲ αὐτὴν μὲν ἠφάνισεν, ἀνδρὸς δυσμενοῦς ὑπόμνημα, τὸ δὲ πλήρωμα δεῦρο μετέστησεν, ἐν οἷς ἦσαν καὶ Ἀθηναῖοι. οὗτοι δὲ οἱ μεταστάντες τὸ μὲν πρῶτον ἔδεισαν, μὴ τῆς πρὸς Ἀντίγονον ὀργῆς ἀπολαύσειαν, ὡς δὲ ἔγνωσαν ἐπ’ ἀμείνοσι μετακομι- σθέντες, τιμῶσιν εἰκόνι χαλκῇ τὸν Σέλευκον ταύρου κέρατα τῇ κεφαλῇ προσθέντες, τοῦτο δὴ τὸ γνώρισμα τῆς Ἰοῦς.

Σελεύκου μὲν οὖν ἡ πόλις ἐπώνυμος, τοὔνομα δὲ ἀπὸ τοῦ πατρὸς Ἀντιόχου, καὶ ὑπὸ μὲν τούτου δεδημιούργηται, τῷ δὲ ἔσωσε τὴν μνήμην· ὃν γὰρ τῶν ἑαυτοῦ τιμιώτατον ἦγε, τούτῳ τῶν ἔργων [*](6 Her. VIII 137 sq. Thuc. II 99. Iul. or. III 106 C) [*](2 ἑστήκεσαν APUB et Μ (sed ι eras) et I (sed ι inser m2) 3 ἐπίπλατο Α (sed μ suprascr. m2) CP 4 ἴων σ cum rasura 2 litterarum U ἰωνίας Ca 5 γρ καὶ τῶν — 6 Σελεύκῳ in marg add Mor 6 ἑ in τήμενον in ras P2, in ras I2 τήμε ὂν cum rasura 1 litterae post ἑ U τήμερον Α Μο Mor quod cor- rexit Re 7 τῇδε UIBM 8 μὲν inserui ex P2IBMCa 10 in animo habuit Euagrius h. eccl. I 20 (v. supra ad p. 453, 1) 14 προστιθέντες UBM et I sed in hoc τι eras 15 num <οὐχ> ἡ? 16 πατρὸς in marg P5, παιδὸς P2 in ras I (sed in ras m2) U et in marg Mo2, cui lectioni patrocinatur Malalas, ut genuinae πατρὸς Pausanias Damasc. apud eundem p. 204, 2 ὁ δὲ σοφὸς Παυσανίας ἐξέθετο, ὡς εἰς ὄνομα τοῦ ἑαυτοῦ πατρὸς ἔθηκε τὸ ὄνομα τῆς Μάλης Ἀντιοχείας ὁ αὐτὸς Σέλευκος . . . ἔστι γὰρ λῆρος . . . πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται. ἐκάλεσε. Cf. Alb. Gratul. in hon. Herwerd. p. 47 sq. 18 prius τῶν e τὸν corr Ρ2 τὸν Μο)

467
τῶν ἑαυτοῦ τὸ ἐντιμότατον ἔνειμε.

καὶ τὸ προ- άστειον τοῦτο | δὴ τὸ πολυύμνητον, τὴν Δάφνην, [*](R 302) Σέλευκος εἰς ἱεροῦ μοῖραν κατέστησεν ἀνεὶς τῷ θεῷ τὸν χῶρον, ἐπειδὴ τὸν μῦθον ἔργον εὗρεν. Ἀπόλλων γὰρ Δάφνης ἐρασθεὶς οὐ πείθων ἐδίωκεν· ὡς δὲ δι’ εὐχῆς μετέβαλεν εἰς φυτόν, στέφανον ποιεῖται τὰ παι- δικά.

ταυτὶ μὲν ᾄδεται, Σελεύκῳ δὲ ἡ θήρα τοῦ λόγου τὴν ἀλήθειαν ἐξέφηνεν· ὁ μὲν γὰρ κύνας ἄγων καὶ ἵππον ἐλαύνων μετῄει τὴν ἄγραν. ὡς δὲ ἧκε παρὰ τὸ δένδρον, ὃ πρότερον ἦν ἡ παρθένος, ὁ μὲν ἵππος ἑστὼς κρούει εἰς τοὔδαφος τῇ ὁπλῇ, ἡ γῆ δὲ ἀκίδα χρυσῆν ἀνέπεμψεν.