Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καί μοι δοκοῦσι καθάπερ πρὸς ἀλλήλας συνθέμεναι τῆς ἀλλήλων μεταλαμβάνειν δυνάμεως, ὁ μὲν χειμὼν μετου- σίαν τινὰ θέρους ἐμφαίνειν τῷ προσηνεῖ καὶ ἀλύπῳ, [*](5 Philostr. im. II 34) [*](1 μὲν Mor 2 ἀκριβῶς Μ ἀληθῶς BMoCa sed in hoc γρ ἀκριβῶς in marg | οὐδ᾿ Ρ 3 μέγα φρονῶν Ι | ἔχων ἐν- ταῦθα BMoCa 5 ταύτης Α sed in lacuna m2, Ρ sed prius τ in ras m4, UIBMoCa Re 6 ἀπὸ erasum U | ἡ in ταύτης erasum U 7 ὑποπλεονεξίας Μο 9 spir. asper in αὑτὸν A2 αὐτὸν PU | κείνου Re 10 ταύτα U | τὴν om Mor | αὐτοῦ PUBMMoCa 13 προσιούσης scripsi auctore Re ex UIM sed in hoc σ suprapos et Ρ sed in hoc σιούσης in ras m4 προ- ιούσης reliqui libri edd 14 ἐκ om B | τῶν ὑπερβολῶν] τῶν ὡρῶν ὑπερβολαὶ UIP sed in hoc τῶν ὡρῶν et αἰ in ras m2 ἐκ τῶν ὡρῶν ὑπερβολαὶ Cs in marg, quod e scholio ortum videtur | ἄλλως ἀνιαραὶ A. Hug, Antiochia p. 26 n. 24 | ιαρ in ἀνταραὶ in ras Ρ2 | μὲν ἐκ τοῦ ψνχοῦς Μο 18 ὁ ,,Forte καὶ addendum“ Iacobs 19 ν in ἐμφαίνειν erasum M)

447
τὸ δὲ θέρος παρ’ ἐκείνου δέχεσθαι τοσοῦτον, ὅσον ἔμελλεν εἶναι κώλυμα τῷ λυποῦντι τῆς θέρμης.

καὶ ὁ μὲν | ὄμβρους ἄχρι κόρου παρέχει τῇ γῇ ψῦχος [*](R 284) ἀφελών, ἡ δὲ ἀνίησι λήια καὶ θεριναῖς αὔραις φει ῥυομέναις τά τε σώματα καὶ τοὺς ἀστάχυς τῆς ἐκ τοῦ καύματος ζημίας. ὥστε μόνοις ἡμῖν ὑπάρχει τῇ παρούσῃ τε ἀεὶ τῶν ὡρῶν ἥδεσθαι καὶ τὴν δευτέραν ἀσμένως δέχεσθαι διὰ τὸ πάσαις ἐνεῖναί τι κεκραμένον καὶ εὔχαρι.

τῶν δ’ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἅπαντι τῷ κύκλῳ καταμέμφονται, οἱ δὲ ταῖς μὲν βελ- τίοσι, ταῖς δὲ οὐ τοιαύταις χρώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἐξ εἰρήνης εἰς πόλεμον μεταπίπτουσιν, ἐπειδὰν ἡ μὲν ἀμείνων τὰ αὑτῆς ἐκπλήσασα οἴχηται, προσβάλλῃ δὲ ἡ χαλεπωτέρα, καὶ πρὶν ἡσθῆναι καθαρῶς, ἀλγοῦσι τὴν μὲν ἀπιοῦσαν οὐ δυνάμενοι κατασχεῖν, τὴν δ’ ἐπιοῦσαν φρίττοντες. ὧν ἡ μὲν ἱδρῶτι ῥεῖσθαι ναγκάζει καὶ καλινδεῖσθαι περὶ τὰς κρήνας, ἡ δὲ τοῖς κάμνουσι παραπλησίως ἐν ταῖς εὐναῖς διάγειν νιφετῷ καθειργμένους.

μόνοις δὲ ἡμῖν τό τε παρὸν τοῦ ἔτους ἡδύτερον καὶ τὸ προσδοκώμενον οὐκ ἀηδέστερον, ἀλλ’ ἡ μὲν εὐφράνασα παρέρχεται, ἡ δὲ τὸ ἴσον κομί- ους ος [*](3 ψῦχος Α ψύχουσ Ρ 4 ὥραις Μο 7 τε] τὸ 7 καὶ — 8 δέχεσθαι om Mor 8 κεκραμμένον IU sed in hoc prius μ erasum 10 οἱ δὲ — 19 καθειργμένους citat Plan fol. 103 11 δ’ Re 13 αὐτῆς PMo Plan et in αὑτῆς corr A2 | ἐμπλήσασα supra ἐκπλήσασα M2 | προσβάλῃ MU sed in hoc alterum λ erasum 17 καὶ — κρήνας om Mo 18 παρα- πλήσιον Μο Plan 19 κατειργομένους Μο sed ρ inser m2 20 ἡδὺ Cobet Mnem. V 106 (Coll. 102) at cf. § 69 p. 459, 7 ἡνίκα οὐ βέλτιον et Plat. Gorg. p. 603 Α εἴτε ἡδίω εἴτε ἀηδέστερα ἱστᾶι τοῖς ἀκούουσιν Her. II 46, 1 οὔ μοι ἥδιόν ἐστι λέγειν 47, 2 οὐκ εὐπρεπέστερός ἐστι λέγεσθαι 21 εὐφραίνασα Μο εὐφρῄ- νασα Re)

448
ζοῦσα πρόσεισι, καὶ διαφέρομεν οὐδὲν τῶν πορευομέ- νων ἐκείνας τὰς ὁδούς, ὅσαι πηγαῖς σκιεραῖς καὶ τόποις [*](R 285) ἀναπαυστηρίοις | ἀπ’ ἀρχῆς εἰς τέλος διειλημμέναι μετ’ εὐθυμίας ὁδοιπόρους παραπέμπουσιν.

34. Οὕτω δὲ τῶν ὡρῶν λαχόντες οὕτως πρὸς θά- λασσαν ἔχομεν, ὡς εἰ μὴ συνέβαινεν ἔχειν, ἐλάττωμα ἂν ἐθέμην. οὔτε γὰρ ἡμερῶν ὁδὸν θαλάττης ἀπέχομεν οὔτε ἐπ’ αὐτοῖς αἰγιαλοῖς ἱδρύμεθα.

35. Τούτοιν δὲ ἑκάτερον ὁπόσον πόλει βλάβος, ἐν βραχεῖ δηλώσω. μᾶλλον δὲ τὸ μὲν ὅλως ἀπεστερῆσθαι θαλάσσης ὡς βλαβερόν, ἅπασι δῆλον, καί τις ἂν ἑτε- ρόφθαλμον τὴν ὧδε ἔχουσαν προσειπὼν οὐκ ἂν ἁμάρτοι, τὸ δὲ τοῦ μὴ κεῖσθαι ἐπ’ αὐτῇ κέρδος τὴν ἀπόδειξιν ἀπαιτεῖ.

πρῶτον μὲν τοίνυν ἐπικλύσεις ὁπόσας ἐργάζεται θάλασσα, τὰς κάτω κειμένας ἀνάγκη φοβεῖσθαι καὶ τῷ τῶν καλυφθέντων παραδείγματι τὸ θαρρεῖν ἀφῃρῆσθαι.

ἔπειθ’ οἷς δοκεῖ πρὸς εὐφροσύνην [*](11 cf. Ἑλλάδα ἑτερόφθαλμον Lachetis apud Arist. Rhet. III 10 p. 1411a 5) [*](1 διαφέρομεν scripsi auctore Re coll. p. 449, 19 διαφέρει libri edd 3 ἀναπαυστηρίοις CIP sed in hoc υστη in ras m4, ΜΒ sed in hoc τη supra στη m2, Ca ἀναπαυτηρίοις reliqui libri Re | ἀπαρχῆς MCa 4 τοὺς ὁδοιπόρους BMMoCa Re 5 περὶ θέσεως τῆς θαλάσσης titulus CBMo in marg 5 Οὕτω — 7 ἐθέμην citat Plan fol. 103 5 οὕτω PBMo | θάλατταν I 6 ἧς εἰ μὴ συνέβαινε vel ὥστ᾿ εἰ ἄλλη συνέβαινεν ἔχειν Iacobs in marg. exempl. et lect. 339 7 ἡμέρας edd 8 ἐπαυτοῖς Μο | αὐτοῖς τοῖς Gasda 9 βλάβος πόλει Μο 10 ἀπεστερῆσθαι scripsi cum Sinteni ἀποστερεῖσθαι libri sed στε suprapos Cv 11 θαλάττης IMo | θαλάττης ὡς Ρ2 in marg | ὡς βλαβερόν om A, nisi forte in margine macula obtecta sunt, et C βλαβερὸν in ras Ρ2 13 τοῦ om Mo | π’ in ἐπ in ras I2 14 τοίνυν inser I2 | ὅσας Μο 15 θάλασσα om Mo)

449
τελεῖν τὸ βλέπειν ἐξεῖναι πρὸς νῶτα θαλάσσης καὶ φερομένας ὁλκάδας καὶ κελευσμάτων ἀκούειν, τοῦτο οὐ πλείους εὐφροσύνας ἢ δυσθυμίας προξενεῖ, ὅταν ἐλαυνόμενον ὑπὸ τῶν κυμάτων τὸ κλυδώνιον | ἐν [*](R 286) ὀφθαλμοῖς μὲν τῶν ἄρτι τερπομένων βαπτίζῃ τὰ πλοῖα, μεταβάλλῃ δὲ τοῖς ναύταις εἰς οἰμωγὰς τὰ κελεύσματα, τοῦ δὲ λόγου τῆς ναυαγίας μεστὴν ἀποφαίνῃ τὴν πόλιν.

τὸ δὲ μέγιστον εἰς ζημίαν, πόλιν γὰρ ἐπιθαλαττί- διον ναυτικῆς ἀπειροκαλίας ἀνάγκη γέμειν θορύβων τε ἀνελευθέρων καὶ φωνῶν βωμολόχων καὶ τῶν ἄλλων ἃ λυμαίνεσθαι καὶ διαφθείρειν ἤθη πόλεων ἰσχύει· τοὺς μὲν γὰρ ἔξωθεν καταπλέοντας δέξεται, τοὺς δὲ αὐτὴ πλέοντας παρέξεται. ἔπειτα ἡ τοῦ μέρους κακία διὰ παντὸς ἦλθε τοῦ πληρώματος.

ἀλλ’ ἡμῖν γε ἡ θέσις τῶν ἀπὸ τῆς θαλάττης ἀγαθῶν ἀπολαύειν παρέχουσα τῶν ἐκεῖθεν κακῶν καθαρεύειν δίδωσι, καὶ μετὰ μὲν τῶν ἐν μεσογείᾳ τῆς λύμης ἔξω καθέσταμεν, μετὰ δὲ τῶν ἐπὶ θαλάττῃ καρπούμεθα τὴν θάλατταν.

καὶ διαφέρομεν τῶν μὲν τῇ τῶν ἐπιτηδείων ἀφθονίᾳ, [*](1 II. β 159 etc.) [*](8 <Ο> ὐ μόνον ἐπιθαλάττιον ἐπὶ θαλάττιον 00(1.) ἀλλὰ καὶ ἐπιθαλαττίδιον ἐπὶ θαλαττίδιον cod.), ὡς ἐνταῦθα B2 (e Thom.M.)) [*](4 ἐλαυνόμενον — 5 πλοῖα citat Plan fol. 103 4 χειμά- των Iacobs Ach. Τ. 619 et in marg exempl., fortasse recte 4, ἐν — 5 τερπομένων om Plan 5 βαπτίζει Plan 6 μετα- βάλλοι Ca 7 λόγου A sed λόγ in ras γόου U | ἀποφάνει IBCa 8 πόλιν — 9 γέμειν citat Thom. M. p. 161, 6 R s. ν. ἐπιθαλαττίδιον· Λιβάνιος ἐν τῷ Ἀντιοχικῷ· πόλιν κτλ. 8 ἐπι- θαλάττιον UI sed in hoc ἐπιθαλαττίδιον suprascr. m2 13 πλέον- τας αὐτὴ Μο 14 ἀλλ᾿ — 450, 5 ἡττώμεθα citat Plan fol. 103 θαλάσσης C | ἀπολαύει Μο 17 μὲν om Μο | καθεστή- ἐν κάμεν BMMoCa Plan 18 ἐπὶ I 19 τῶν μὲν inser Mo2)

450
τῶν δὲ τῇ σωφροσύνῃ τῶν τρόπων καὶ τὰ δοκοῦντα παρ’ ἀμφοῖν εὐδοκιμεῖν ἔχοντες ἀφ’ ὧν ἀμφότεροι ψέγονται, διαφεύγομεν. ὥστε ἐκεῖνοι μὲν ἀλλήλων τὰ μὲν πλεονεκτοῦσι, τὰ δὲ ἡττῶνται, ἡμεῖς δὲ μεθ’ ἑκα- τερῶν νικῶντες μετ’ οὐδετέρων ἡττώμεθα.

τοσοῦ- τον γὰρ διέχομεν λιμένων, ὅσον ἡμᾶς καθαρούς τε τηρεῖ θαλαττίων κακῶν καὶ μετόχους ποιεῖ τῶν ἐκ θαλάττης καλῶν. στάδιοι γὰρ τὸ μέσον εἴκοσι καὶ ἑκατόν, ὥστε ἀνὴρ εὔζωνος ἅμα ἡλίῳ κινηθεὶς ἐνθένδε κομιεῖ τι τῶν ἐκεῖθεν ἔτι μεσημβρίας ἑστώσης.

[*](R 287)

42. Περὶ μὲν οὖν φύσεως | γῆς καὶ κράσεως ἀέρων καὶ τοῦ πρὸς θάλατταν σχήματος ἀποχρώντως ἴσως εἴρηται. ἐχόμενον δ’ ἂν εἴη διελθεῖν περὶ τῆς εὐγενείας τῶν κατασχόντων τὴν χώραν καὶ τῶν των καὶ τῶν δευτέρων καὶ τῶν ἐπ’ ἐκείνοις καὶ δεῖξαι πᾶσιν, ὡς ἡ ἀρίστη τῶν ἀρίστων ἐγένετο, καθάπερ πλωτήρων ἀγαθῶν εὖ πεποιημένη ναῦς.

καὶ μα- κρότερα μὲν δόξω τοῦ καιροῦ λέγειν, εἰρήσεται δὲ πολλοστὸν ὧν εἰπεῖν ἔξεστιν. αἴτιον δὲ τῶν ἀρχαίων τὸ πλῆθος, δι’ ὃ τῶν πολλῶν σιωπηθέντων τὸ ῥηθὲν τοῦ μήκους οὐ διαφεύξεται δόξαν. τὴν μὲν οὖν ἀκρί- βειαν αἱ συγγραφαὶ φυλάξουσιν, ἡμῖν δὲ ὅσα πρέπει πρὸς τὸ παρὸν ῥητέον.

[*](9 Her. I 72. 104. II 34. Thuc. II 97 22 Cf. Alb. Gratul. in hon. Herwerd. p. 47 sq.)[*](3 ψέγονται e ψεύδονται corr Mo2 | ὥστ’ Μο Plan | τὰ μὲν ἡττῶνται, τὰ δὲ πλεονεκτοῦσιν Plan 6 τε om Μο 8 τὸ om A 9 ὥστε — 10 ἑστώσης citat Plan fol. 103 10 εἴ Α sed acutus m2 13 περὶ τῶν προγόνων titulus in marg CB 14 κατεχόντων Β | χώραν I sed χώρα in ras m2 πόλιν U ἐπ,̓ ἐκείνοις 15 μετ᾿ ἐκείνους Ι μετ᾿ ἐκείνους U 16 ἡ in ras Cv om ΒΜο | ἐγίνετο Re 17 ὢ in πλωτήρων ex ὁ corr Μ2 20 διὸ libri Mor 23 ὁ in παρὸν in ras Ρ2)
451

44. Ἴναχος ἦν υἱὸς μὲν τῆς Γῆς, Ἰοῦς δὲ πατήρ. τῇ δὲ Ἰοῖ ταύτῃ Ζεὺς ἐραστὴς γενόμενος συνῆν. ἐπεὶ δὲ οὐκ ἐλάνθανε τὴν Ἥραν, ποιεῖ τὴν ἄνθρωπον βοῦν καὶ οὕτω συνῆν. Ἥρα δέ, καὶ γὰρ τοῦτο ᾔσθετο, τει τὴν βοῦν οἴστρῳ, καὶ δρόμος ἦν αὐτῇ δι’ ἑκατέρας ἠπείρου.

Ἴναχος δὲ ζητῶν τὴν αὑτοῦ καὶ εὑρεῖν οὐκ ἔχων καὶ λαβεῖν ἐπιθυμῶν ναῦς καθέλκει καὶ ἐμ- βιβάσας ἄλλους τε Ἀργείων τοὺς ἐν λόγῳ καὶ Τριπτό- λεμον ἡγεμόνα εἶναι τοῦ παντὸς ἐξέπεμψεν ἐπὶ ζήτησίν τῆς ἠφανισμένης θυγατρός.

οἱ δὲ πάντα μὲν πόρον ἔτεμνον, πάντα δὲ πορθμὸν διέπλεον, πᾶσαν δὲ ἀκτὴν παρέπλεον, ἀπέβαινον δὲ εἰς νήσους, διηρευνῶντο δὲ παραλίαν, ἀνέβαινον δὲ καὶ πρὸς ἤπειρον μέσην γνώ- μην ἔχοντες πρότερον ἀποθανεῖν ἢ καταλῦσαι τὴν ζή- τησιν.

ὡς δὲ προσέσχον καὶ τῇδε τῇ γῇ, τῶν νεῶν ἐκβάντες, νὺξ δὲ ἦν, ἀνῄεσαν ἐπὶ τὸ ὄρος παρὰ τοὺς ἐνοικοῦντας ὀλίγους δή τινας καὶ προσιόντες ταῖς οἰκίαις θυροκοπίᾳ τε ἐχρῶντο καὶ ἐρωτήσει περὶ τῆς Ἰοῦς. τυχόντες δὲ ξενίων | καί τινα πόθον πρὸς [*](R 288) τὴν γῆν λαβόντες τοῦτο πέρας ἐποιήσαντο τοῦ πλοῦ μεταστήσαντες τὴν τῆς ζητήσεως σπουδὴν ἐπὶ τὴν μο- νήν, ἐφ’ ὃ μὲν ἠπείγοντο, τοῦτο ἀφέντες, ἣν δὲ ἐθαύ- μασαν γῆν ἐντιμοτέραν θέμενοι τοῦ σκοποῦ, καθ’ ὂν [*](1 cf. I 479, 21 R 9 Strab. XVI 5 p. 750 17 cf. Malal. p. 29,10 18 Antiatt. (Bekker Anecd.) p. 99, 17 Diphil. com. fr. IV 429, 46 Μ. II 2 p. 578, 128 Κ.) [*](1 υἱὸς μὲν] μὲν υἱὸς BMo 2 ι prius in ἰοῖ in ras Ρ2 4 οὕτως ACPMMo 6 ὢ in ζητῶν in ras Ρ2 | αὑτοῦ C sed αὐτοῦ in ras m2, et ex αὐτοῦ corr P3 I αὐτοῦ ACa 7 ἐμβιβάζει Mor 9 τοῦ παντὸς στόλου coni Re 10 οἱ δὲ — 13 μέσην citat Plan fol. 103 15 τῆς νεὸ,ς Μο 16 ἀνίεσαν Ca 21 μεταστή- σοντες Re 23 τοῦ σκοποῦ θέμενοι Μο | post θέμενοι ultimam folii 99r vocem rasura trium litterarum in C)

452
ἐξέπλευσαν.

τοῦτο δὲ ἦν οὐκ Ἰοῦς ὑπεριδεῖν, ἀλλ’ ὑπεριδεῖν τῆς οἰκείας· προείρητο γὰρ αὐτοῖς ὑπὸ τοῦ πέμποντος ἢ τὴν ἄνθρωπον ἄγειν ἢ μηδὲ αὐτοὺς ἀναστρέφειν. ὥσθ’ οἱ τοῦ ζητεῖν παυόμενοι τῆς οἰκείας ἑκόντες ἐστέροντο.

εἰ μὲν οὖν ἐπ’ ἔσχατα τῆς οἰκουμένης ἐλθόντες οὐδενὸς εἰς ζήτησιν ἔτι λειπομένου μένειν ἔγνωσαν, εἰς τὴν ἀνάγκην, ἀλλ’ οὐ τὸν ἔρωτα τῆς χώρας τὸ τῆς αἰτίας ἤρχετ’ ἄν· ἐπειδὴ δὲ πολλῆς ὑπαρχούσης, ἐν ᾗ τινες ἦσαν τῆς εὑρέσεως ἐλπίδες, οὕτως ἐβούλευσαν, οἱ προτιθέντες τῶν ἐλπίδων τὴν μονὴν τῆς οἰκείας δήπου τὴν ξένην προὐτίθεσαν. οὕτως αὐτοὺς ἐγοήτευσεν ἡ χώρα.

καὶ ὡς ἥψαντο τῆς γῆς, κατάκρας εἴχοντο, καὶ τὸ τῆς πατρίδος ὑπεχώρει τῷ τῆς ᾑρηκυίας θαύματι. τὸν δὲ τούτων ὕστερον γενόμενον Ὅμηρον οὐκ ἠξίουν ἔγωγε μηδὲν εἶναι φῆσαι πατρίδος ἀνθρώποις ἥδιον, τῇ δὲ τῶν Ἀργείων ψήφῳ καὶ τοὐναντίον εἰπεῖν, ὅτι πολλάκις ἀμείνων χῶρος ἐπισπασάμενος γνώμας ἀνθρώπων ἐξέ- [*](2 cf. Malal. p. 30, 1 15 Od. ι 34) [*](10 βουλεύομαι οὐ μόνον ἐπὶ παθητικοῦ, ἀλλὰ καὶ βουλεύω Β2 (e Thom. M. 1. 1. οὐ μόνον βουλεύοιμαι, ἀλλὰ καὶ Λιβάνιος ἐν τῷ Ἀντιοχικῷ· ἐν ᾖ κτλ.) [*](4 ζῆν Ca 5 ἐς in ἑκόντες in ras Ρ2 ἑκόντος Ca | ἐστέ- ροντο ἑκόντες Μο 9 ἐν ᾗ — 10 ἐβούλευσαν citat Thom. M. p. 63, 15 10 αν in ἐβούλευσαν in ras Β2 ἐβουλεύσαντο ex ἐβούλευσαν corr Ι2, fortasse recte, si sequens οἱ deletur post ἐβούλευσαν interpunxi e ΡΜ, post μονὴν reliqui libri edd | τὴν μονὴν τῶν ἐλπίδων BMMoCa 13 κατάκρας e κατ’ ἄκρας γλύκιον corr Ι2 16 ἥδιον Β)

453
βάλε τῆς ἐνεγκούσης τὴν μνήμην.

οὗτος τοίνυν ὁ Τριπτόλεμος ὁ κατὰ ζήτησιν τῆς Ἀργείας κόρης ἱδρύ- σας ὂν ἦγε λαὸν πόλιν τε ἐποίησεν ὑπὸ τῷ ὄρει καὶ Δῖός | ἱερὸν ἐν τῇ πόλει Νεμείου προσειπών, Ἰώνην [*](R 289) δὲ τῇ πόλει τοὔνομα ἀπὸ τῆς Ἰνάχου θυγατρός. ἦς γὰρ ἀφέντες τὴν ζήτησιν ᾤκισαν τὴν πόλιν, ταύτην ἐτίμησαν τῇ κλήσει τοῦ ἄστεος· ἤδη δὲ τὴν γῆν ζόμενοί τε καὶ καρπούμενοι μετονομάζουσι τὸν Νέμειον Ἐπικάρπιον.

Τριπτόλεμος μὲν οὖν τὰς πρώτας ὑποθέσεις βαλόμενος τῇ πόλει μεθίσταται καὶ διὰ τῶν τιμῶν ἐν τοῖς ἥρωσιν ἠριθμεῖτο· θεὸς δὲ ᾧ κατὰ νοῦν ἡ πόλις κατεσκευάζετο, βουλόμενος αὐτὴν ἐκ τῶν ἀρί- στων αὐξῆσαι γενῶν κινεῖ Κάσον ἐκ Κρήτης, ἄνδρα ἀγαθόν, καὶ δεῦρο ἄγει, τῷ δὲ ἄρα εἵπετο Κρητῶν τὸ δοκιμώτατον.

ἐλθόντες δὲ εὗρον τοὺς Ἀργείους ἀμείνους τῶν οἴκοι. Μίνως μὲν γὰρ φθονῶν ἐξέβαλεν, Ἀργεῖοι δὲ ἀσμένως ἐδέχοντο καὶ μετέδοσαν πόλεως τε καὶ χώρας καὶ ὅσων αὐτοῖς μετῆν. οὐ μὴν εὖ παθεῖν μᾶλλον ὁ Κάσος ἢ εὖ ποιεῖν ἠπίστατο. Ἄκαι κατιδὼν [*](5 cf. Steph. B. s. v. Ἰώνη· οὕτως ἐκαλεῖτο ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκησαν (corr ᾤκισαν) Ἀργεῖοι 11 Strab. XVI p. 750 13 cf. Malal. p. 201, 19) [*](1 μνήμην Ρ sed μνήμ in ras m2, I sed μν in ras m2, Β sed μηή in μνή in ras, et coni (sed postea abiecit) Re et Ν. 8. V 107 (Coll 103) γνώμην reliqui libri edd στοργήν Iacobs | οὗτος κτλ. in mente habet Euagrius h. eccl. I 20 cf. p. 466, 10 3 post ἦγε rasura 3 vel 4 litt in C | λεὼν IBMMoCa | δὲ Μο | ἐπὶ UI 4 ἴσως Νομίου“ Mor in marg | ἰώνη IMo 6 ante ζήτησιν rasura 6 litterarum I | ᾤκησαν UIMo | τῆ πόλει Μο 8 τε om Mo | τὸ Μο | νέμιον UBCa 10 λόμενος UI 13 κάσσον Μο 16 ἐξέβαλλεν Α (sed alterum λ erasum) CPMo Mor 18 καὶ (2) — 19 ἠπίστατο om Mo 18 ὅσον Α ὅσον C | τη in μετῆν in ras P2 19 μᾶλλον inser I2 om U)

454
τῶν Τριπτολέμου νομίμων τὰ πολλὰ μεθεστηκότα ταῦτά τε ἐπανήγαγε καὶ τὴν Κασιῶτιν ᾤκισε.