Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὗτος τοίνυν ὁ Τριπτόλεμος ὁ κατὰ ζήτησιν τῆς Ἀργείας κόρης ἱδρύ- σας ὂν ἦγε λαὸν πόλιν τε ἐποίησεν ὑπὸ τῷ ὄρει καὶ Δῖός | ἱερὸν ἐν τῇ πόλει Νεμείου προσειπών, Ἰώνην [*](R 289) δὲ τῇ πόλει τοὔνομα ἀπὸ τῆς Ἰνάχου θυγατρός. ἦς γὰρ ἀφέντες τὴν ζήτησιν ᾤκισαν τὴν πόλιν, ταύτην ἐτίμησαν τῇ κλήσει τοῦ ἄστεος· ἤδη δὲ τὴν γῆν ζόμενοί τε καὶ καρπούμενοι μετονομάζουσι τὸν Νέμειον Ἐπικάρπιον.