Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
Τριπτόλεμος μὲν οὖν τὰς πρώτας ὑποθέσεις βαλόμενος τῇ πόλει μεθίσταται καὶ διὰ τῶν τιμῶν ἐν τοῖς ἥρωσιν ἠριθμεῖτο· θεὸς δὲ ᾧ κατὰ νοῦν ἡ πόλις κατεσκευάζετο, βουλόμενος αὐτὴν ἐκ τῶν ἀρί- στων αὐξῆσαι γενῶν κινεῖ Κάσον ἐκ Κρήτης, ἄνδρα ἀγαθόν, καὶ δεῦρο ἄγει, τῷ δὲ ἄρα εἵπετο Κρητῶν τὸ δοκιμώτατον.