Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ποῦ γὰρ ἑτέρωθι πανήγυρις τοσούτοις θάλλει τοῖς ἅπασιν, ὅσοις ἐνταῦθα ὁ σύμπας χρόνος τοῖς ἅπασιν; τίς δ’ οὐκ ἂν πρῶτον ὁρῶν τὴν πόλιν εἰς ἱερομηνίαν ἥκειν ἡγήσαιτο; τίς δ’ οὕτω φύσει κατηφής, ᾧ τὴν γνώμην οὐκ ἂν εἰς εὐθυμίαν τρέψειε; ποῦ δὲ | λοθι τοσαύτη τέρψεων ἐπιρροὴ; τίς δὲ οὐχ ἡδονῆς ἐνταῦθα ἀφορμή ; οὐκ ἀέρων πρᾳότης ; οὐ λουτρῶν χάρις; οὐκ ἀγορᾶς φαιδρότης; . . . . . . . . σταθερῶς προξενῶν; οὐκ ἔαρ στιλπνὸν τοῖς ἄνθεσιν; οὐ θέρος ἀκροδρύων χρώμασιν ἀστράπτον τε καὶ τὸ ἄστυ ταῖς ὀσμαῖς λειμῶνα ποιοῦν; οὐχ ἥδιον μὲν ἐν μέσῳ βαδίσαι τῶν ὠνίων ἢ διὰ μέσων κήπων ἐλθεῖν, ἥδιον δὲ τῆς οἴκοι διατριβῆς οἱ κατ’ ἀγορὰν σύλλογοι; οὐκ αὐτὸς ὁ ῥέων διὰ τῆς πόλεως ὄχλος εἰς θέας χάριν ἀρκεῖ; οὐ παρ’ ἡμῖν Ὅμηρος ἐλέγχεται μειζόνως τῆς ἀξίας τὸν Ὕπνον κοσμῶν;