Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ νῦν ὀρύσσοντί σοι τὴν γῆν ἐπὶ τῷ κρηπῖδα βαλέσθαι πάντως ἴχνος τι τῶν ἀρχαίων ἀπαντᾷ, καὶ πολλοὶ τοῖς οὖσιν ἀνθ’ ὧν διενοοῦντο χρησάμενοι τἄλλα προσφέροντες ἐπῳκοδόμουν. εἰ οὖν τῶν μὲν οὐχ ἧπτο λώβη, τὰ δὲ προσεγεγόνει, καὶ ὅσα νῦν πρὸς τὸ ἀνορθοῦν, τοσαῦτα εἰς προσθήκην ἐσπούδαστο, πολλοὶ πολλῶν ἂν ἀγρῶν ἐστέρηντο τῆς γεωργουμένης.
230. Οὐ τοίνυν ἡ μὲν πόλις οὕτω διὰ πάντων θαυμαστὴ, τὰ δὲ ἔξω τοιαῦτα, οἷα ἄν τινα ἀξιῶσαι βελτίω τῶν ὄντων εἶναι δεῖν, ἀλλ’ ἀκριβῶς ὅτι ταύτης ἐστί, δηλοῦντα. τοῦτο μὲν κῶμαι μεγάλαι καὶ πολυ- άνθρωποι πόλεων οὐκ ὀλίγων πλέον πολυανδρούμεναι καὶ χειροτέχναις, ὥσπερ ἐν ἄστεσι, χρώμεναι, κοινού- μεναι πρὸς ἀλλήλας <τὰ> σφῶν αὐτῶν διὰ τῶν πανη- [*](14) γυρέων καλοῦσαί τε ἐν μέρει παρ’ | αὑτὴν ἑκάστη [*](R 349) καὶ καλούμεναι καὶ τοῖς αὐτοῖς εὐθυμούμεναί τε καὶ χαριζόμεναι καὶ κερδαίνουσαι, ὧν μὲν περίεστι μετα- διδοῦσαι, ὧν δὲ ἐνδεῖ προσλαμβάνουσαι, τὰ μὲν δια- τιθέμεναι, τὰ δὲ ὠνούμεναι, μακρῷ τῶν κατὰ θάλατταν [*](12 Ael. nat. anim. V 13) [*](18 διατιθέμεναι] τουτέστι πωλοῦσαι Β2) [*](1 ἀνήρχετο scripsi ἀνήρετο U sed ε erasum, Ρ sed ε in ras m2, ΙΜο ἀνῄρητο reliqui libri (ἀνήρητο Α) edd | inter et τὴν rasura 4 Litterarum in Ι 2 τί Mo Plan | ἀπαντᾶ ΙΜο Plan 5 γεγ in προσεγεγόνει in ras C2 | εἰς Mo Ca 8 περὶ τῶν πρὸ τῆς πόλεως titulus in marg CAIB 13 κοι- νούμεναι scripsi, ut supra κοινωνούμεναι m2 scriptum est in M, auctore Re 14 τὰ inserui cum m2 auctore Re 15 τὸ Re | ἑκάστην παρ’ Ca | αὐτὴν APUMo 16 καλούμεναι scripsi auctore Re („aut καλοῦσα leg. aut καλούμεναι“) καλουμένη edd | εὐθυμούμεναι Α sed γρ αι εὐθηνούμεναι in marg, P sed υμου in ras m3, γρ εὐθηνούμεναι in marg m2, Ι sed ν in ras m2, Β sed υμ in ras m2 ε’ θυμούμεναι U εὐθηνούμεναί Μ 17 ὧν — 18 προσλαμβάνουσαι om Ca 19 μακρῶν Μο)