Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἀθρείτω δὴ τις καὶ τὰ πρὸ τῶν πυλῶν· οὐ γὰρ ἀξιώσει γε πανδοκεῖα προσειπεῖν, ἀλλὰ φυλὰς πόλεως, ἀλλ’ ὡς ταύτης εἶναι μόνης· οὕτως ἠκρίβωται πρὸς τὸν εἴσω ζῆλον τὰ ἔξω καὶ τρυφῇ καὶ λουτροῖς καὶ τέχναις καὶ τῷ συνοικεῖσθαι· ὥστ’ εἴ τις τὸ τρίχα διῃρημένον εἰς ἕνα τύπον συνήγαγεν, ἐξήρκεσεν ἂν τὰ νῦν πρὸ τῆς πόλεως εἶναι πόλις.