Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἡμᾶς δὲ | οὐ κατέ- [*](R 330) κλεισεν εἰς τοιαύτην ἴασιν ἡ γῆ, οὐδ’ ἔστιν ὅτε τοῦ πλήθους αὑτὴν ἀπεστέρησεν ἐπὶ τῷ τὸ λειπόμενον σῶσαι, παλαιόν, οἶμαι, νόμον αὑτῆς τηροῦσα ξένων συμφορὰς λύειν, οὐ ποιεῖν, ἐπεὶ καὶ τὸν παῖδα Ἀγα- μέμνονος μετὰ τὸν φόνον τῆς μητρὸς διὰ τῆς ἄλλης [*](12 ep. 1439. Themist. or. XVIII p. 222 a. Ambr. de off. III 7. Amm. Marc. XIV 6, 19 cum nota Valesii. Symm. ep. II 7.) [*](4 περὶ τῆς τῶν καρπῶν φορᾶς titulus in marg CABMo 7 τὸ] τῶ Β et in το corr U | παρασταίη om Re 8 υ in ἀνα- λοῦται in ras Ρ2Ι2 ἀναλοῦνται Β | τε om Mor | ὁ inserui ex UI om reliqui libri edd 9 τῆς om M 10 οὐδεπώποτε ex οὐδέποτε corr I2 οὐδὲ πώποτε ΑΒΜ | ἠναγκάσθημεν τὸν ξένιον U et litteris β et α suprapositis I2 | ἀδικῆσαι] ἀναγκάσαι Μο | Δία διὰ scripsi e BMCa cum Valesio ad Amm. XIV 6, 19 p. 27 δία reliqui libri διὰ edd 11 ς in τῆς erasum I | ὠμότητι Ι sed ι in rasura 2 litterarum m2 12 ῥώμης in marg Ι | τῆ et 13 σπάνει Mo 13 τῶν om Μο 15 γῆι C 16 αὑτὴν ex αὐτὴν corr Ι2 αὐτὴν MoCa ἀυτὴν U | τῷ inser M2 17 αὑτῆς ex αὐτῆς corr Ι2 αὐτῆς BMMoCa αυτῆς U 19 μετὰ] πρὸς Μο | τὸν φόνον] τῶν παίδων Ca)
176. Ἀλλ’ ἐνταῦθα μὲν οὐκ οἶδ’ ὅπως ἐξηνέχθην ὑπὸ τῆς περὶ τὸν Πελοπίδην ἡδονῆς, ἐπανακτέον δὲ τὸν λόγον ἐπὶ τὴν τῆς δυνάμεως βάσανον, ἦς ἒν μὲν ἱκανὸν τεκμήριον τὸ τοῖς ἐνοικοῦσιν ἀρκεῖν, ἕτερον δὲ νῦν ἐπιθήσω σαφέστερον.
177. Τοῦ γὰρ Περσικοῦ τούτου πολέμου ῥαγέντος, ἐφ’ ὃν ἐκ παλαιῶν ἡ Περσῶν ἀρχὴ παρεσκευάζετο [*](R 331) χρόνων καὶ τῆς χρείας | ἀντιπαρασκευὴν ἀπαιτούσης ἀξιόμαχον καὶ πρό γε τῆς παρασκευῆς χωρίον ἐπιτήδειον δέξασθαι πάντα ὅσα πόλεμος τοσοῦτος ποθεῖ, ἥδ’ ἐστὶν ἡ παρελθοῦσα τὴν χρείαν τῇ περιουσίᾳ καὶ συναγα- γοῦσα τὰς δυνάμεις εἰς τοὺς ἑαυτῆς κόλπους καὶ τὴν στρατιὰν ἀθρόαν, ἡνίκα καιρὸς ἐκάλει, προπέμψασα.