Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἐνὶ δ’ ἄν τις δυσχεράναι τὴν πόλιν, ὅτι τοῖς ἐπειγομένοις [*](2 Thuc. II 14 et 52) [*](1 ἴσον in ἴσον corr I3 2 οὖν inser Ι2 3 ἐμβολῆς inser I2 om U 4 καὶ — ἐρημία citat Plan fol. 99 | ἡ om Μο | ἀνδρῶν Ca 5 ἀστυκῶν UI 6 κεκενωμένη coni Re 7 πα cum rasura 1 litterae U | ἡμέρας Ι sed ας in ras m3 η ρας cum rasura 2 litterarum U | ἐπ’ ἀγορᾶς inser I2 | ὥστε διὰ πλ. Μο 12 ὥσπερ — 16 φανῆναι citat Plan fol. 99 13 τὸ (2) om Μο Plan inser Ι2 14 ἑ στηκυῖαι Ca | ὁ πόρος om Μο 18 ω et ης in ἔξω τῆς in ras I2 | ἑορτὰς ἔξω τῆς πόλεως Μο 20 τὴν om ΒΜ | ἐνὶ — 496, 3 νεώς citat Plan fol. 99)
174. Καὶ τοίνυν τοῖς μὲν τὸ πλῆθος ὁρῶσι, τὴν δὲ τῆς γῆς φορὰν οὐκ εἰδόσι φόβος ἂν γένοιτο περὶ τῆς τροφῆς ἦς δεῖ τοσούτοις. τῷ δὲ τὴν μὲν ἀκούοντι, τὸ δὲ οὐκ εἰδότι θαῦμα ἂν παρασταίη, τῇ ἀναλοῦται τροφῇ. οὕτω τῇ τε γῇ πρέπων ὁ ὄχλος ὁ παρ’ ἡμῖν τῷ τε ὄχλῳ τῆς γῆς ἡ φύσις, δι’ ἣν οὐδεπώποτε τὸν Ξένιον ἠναγκάσθημεν ἀδικῆσαι Δία διὰ τῆς περὶ τοὺς ξένους ὠμότητος, καίτοι τὸ δειγμα τῆς Ῥώμης ἔχοντες, ἣ τὴν τῶν ἀναγκαίων σπάνιν, ἡνίκα ἂν τοῦτο συμπέσῃ, τῇ τῶν ξένων ἐλάσει πρὸς ἀφθονίαν μεθίστησιν.