Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ῥεόντων γὰρ εἰς αὐτήν, ὥσπερ εἰς θάλασσαν πο- ταμὼν, πάντων μὲν ὁπλιτῶν, πάντων δὲ τοξοτῶν καὶ [*](1 Xen. Ages. II 3 4 Malal. p. 142. Strab. XII p. 535) [*](11 sq. cf. t. III 293, 11 sq. R) [*](1 καὶ inter λυττῶντα et κατὰ quod excepto Μο libri et Mor habent, del Re | κατακράτος APIBM κρ in κράτος in ras C s 3 τοῦ ὄρους Mo et ex τοὺς ὅρους corr B2 Mor 4 ἐλέλυτο scripsi ex UIMCa cum Cobeto Mnem. V 109 (Coll. 105) ἐλύετο reliqui libri edd | τῷ] τὸ Μο 5 γίγνεται Β 12 ἀφ’ ὧν Μο | Περσικῶν Ca 13 ἀπαιτούσης ἀντιπαρασκευὴν Μ 16 τῇ οm Ca | ἄγα et circumflexus in συναγαγοῦσα in ras Ι2 συνάγουσα ΒΜΜο 17 ῆς in ἑαυτῆς in ras I2 ἑαυτοὺς Μο 18 πρὸ in προπέμψασα inser Ι2 προπέμψασα Μο sed σ erasum 19 θάλατταν Μο 20 καὶ ἱππέων inser Ι2)

497
ἱππέων καὶ ἵππων τῶν μὲν πολεμιστηρίων, τῶν δὲ ἀχθοφορούντων καὶ πάσης μὲν καμήλου, πάσης δὲ χειρός, ὡς κεκρύφθαι μὲν τοὔδαφος ἑστώτων τε καὶ ἱζανόντων, κεκαλύφθαι δὲ τοὺς τοίχους κρεμαμέναις ἀσπίσι, δόρυ δὲ καὶ κυνῆν ὁρᾶσθαι πανταχοῦ, κτύπου δὲ καὶ θορύβου καὶ χρεμετισμοῦ γέμειν πάντα, τοσού- των δὲ τάξεων ἐγκαθημένων, ὅσων καὶ ταξίαρχοι μόνοι πλῆθος ἂν οὐ μικρὸν προσέθηκαν, μᾶλλον δὲ τοσαύ- της στρατιᾶς συνειλεγμένης, ὅση παρ’ ἄλλοις καὶ. τὸ ὕδωρ ἐλέγξαι πινόμενον, οὕτω μὲν ἡμέρως ὑπεδέξατο στρατιώτην ἕκαστος, ὥσπερ συγγενῆ χρόνιον ἥκοντα θεραπεύων, οὕτω δὲ γῆς εὐπόρησεν ἕκαστος, ὥσπερ καθ’ ἕκαστον οἴκημα τῆς γῆς αὐτομάτως εἰς σπηλαίου τύπον σχηματισθείσης, οὕτω δὲ ἄχρι κόρου τρέφεσθαι παρῆν, ὥσπερ οὐκ ἀνθρωπείας γνώμης ἢ χειρὸς οὔτε προσκοπούσης οὔτε ὑπηρετούσης, ἀλλ’ ὡς ἂν θεῶν, οἵα θεῶν δύναμις, ἀδήλως ἕκαστα ἑτοιμαζόντων.