Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὥσπερ γὰρ τῶν ποταμῶν ὁπόσοις οὐ σχίζουσι τὸ ῥεῦμα πέτραι τινὲς κατὰ τὸ μέσον [*](14) ἀνεστηκυῖαι, διὰ μιᾶς συνεχοῦς ὄψεως ὁ πόρος πρό- [*](R 329) εἰσιν, | οὕτως ἐνταῦθα τῶν βαδιζόντων ἡ πυκνότης οὐδὲν ἐν μέσῳ ψιλὸν ἐᾷ φανῆναι, ὥστε τῷ πρῶτον ἐπιστάντι καὶ θεωμένῳ δόξα ἂν παρασταίη εἶναι μέν τινας ἵξω τῆς πόλεως ἑορτὰς καθ’ ἑκάστην πύλην, νόμῳ δέ τινι τὴν πόλιν εἰς ταύτας κενοῦσθαι μεριζο- μένων τῶν οἰκητόρων κατὰ τὴν βούλησιν.