Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τὰς μὲν οὖν Ἀθήνας Ἀθηναῖοι φόβῳ τῆς δαιμονίων ἐμβολῆς ἐκλιπόντες τοὺς δήμους ἐνέπλησαν, καὶ ἦν τῇ πόλει πλῆθος ἡ τῶν ἀγρῶν ἐρημία, πὰρ ἡμῖν δὲ τῶν ἀγρῶν πολλοὺς τῶν ἀστικῶν ἐφελκομέ- νων, ὥσπερ κεκενωμένων, ἡ πόλις εἰς πλῆθος ἀνθεῖ καὶ οὕτω διὰ πάσης ἡμέρας ἐπ’ ἀγορᾶς ἴσον, ὥστε πληθούσης ἀγορᾶς οὐχ ἔν τι μέρος τῆς ἡμέρας τῇδε δηλοῖ καὶ σφόδρα ἔν τι δηλοῦν ἑτέρωθι· τὸ γὰρ ὡμα- λισμένον οὐδὲν ἐξαίρετον τῆς ἡμέρας μέρος ἀκοῦσαι συγχωρεῖ, ἀλλ’ ἢν εἴπῃς πλήθουσαν, πάντα τὸν χρό- νον δεδήλωκας.