Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ βασιλεῦσί τε κτῆμα περιμάχητον ἥδε ἡ μοῖρα, καὶ ὅτῳ γέγονεν, οὗτος παρὰ τοῦτο μείζων, πᾶσί τε ἀνθρώποις εἰς ἀκοὴν ἐρχόμενον τοὔνομα χάριν τινὰ κομίζον ἔρχεται καὶ τὰς ψυχὰς ἡδονῆς ὑποπίμπλησιν, [*](R 280) ὥσπερ τῶν ὀνειράτων ὁπόσα κήπων εἰκόσι | τοὺς καθεύδοντας εὐφραίνει.