Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὕτω δὲ ἁπάσης τῆς ἑῴας ἐχούσης τὰ πρῶτα εἰς ἡμᾶς ἔρχεται. τοῖς μὲν γὰρ ἄλλοις ἡ χώρα τὸ μὲν δίδωσι, τὸ δὲ οὐ δίδωσιν, ἢ νὴ Δία γε παντοδαπὰ δίδωσι μέν, ὑπερβολαῖς δὲ ὡρῶν τὸ λυπηρὸν οὐκ ἐκπέφευγεν, ἢ διαφεύγει μὲν καὶ τοῦτο, σπάνει δὲ ὑδάτων καὶ τὴν ἄλλην εὐκαιρίαν ἀμβλύνει.