Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὥσπερ δὲ τὸ μέτρον τῆς πόλεως ἐπὶ μεῖζον ἐξῆγεν, οὕτω καὶ τοὺς τῆς ἀρχῆς | ὄρους ἐπὶ πλεῖον ἔτεινεν, ὥσπερ [*](R 310) ηὐξημένῳ σώματι μείζω χιτῶνα ὑφαινόμενος. καὶ λαβὼν τῶν οἰκητόρων δι’ ὅσων ἤλπιζεν ἢ φόβῳ πάντα ἕξειν ἢ νόμῳ χειρῶν, ἤλαυνε τὴν ἐν ποσὶν ἀεὶ κτώμε- νος τῶν μὲν ἑκόντων προσχωρούντων, τῶν δὲ ἐν ταῖς ἥτταις ὅτι μὴ χρῆν ἀνταίρειν παιδευομένων.