Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ μετὰ τοιούτου σχήματος ἕως Ἰωνίας ἀνέβη δεικνὺς ἔν τε βουλαῖς καὶ πράξεσι τὸν μέγαν Ἀντίοχον καὶ ὡς οὐκ ὀνόματος εὐφημίαν ἔφερε κενήν, ἀλλ’ ἐξ αὐτῶν ὧν ἔπραττε τοῦτο ἦν ἀκούειν ἄξιος. ἐξ ὧν φόροι τε ἡμῖν ἐφοίτων καὶ τοῖς τοῦ πολέμου δώροις ἡ πόλις ἐκοσμεῖτο τῶν μὲν ὑπηκόων ἐπιμελουμένη, τοὺς δὲ ἀνθισταμένους καταστρεφομένη, ἔπειτα καὶ τούτοις ἀντ’ ἀγαθοῦ δαίμονος γιγνομένη, δυοῖν παριοῦσα τὴν Περ- σικὴν δυναστείαν, ἰσχύι τε καὶ τῷ τῆς προστασίας ἤθει.

122. Ἕτερος Ἀντίοχος γίγνεται βασιλεύς, εἰρηνικός τε ὁμοῦ τὸν τρόπον καὶ πολεμικός, τῇ μὲν χαίρων, εἰ [*](9 Her. VIII 89 Aesch. or. I § 5 p. 30, 5 Thuc. III 97, 1 cf. t. I 384, 8 R) [*](1 τῷ UMo Re 2 σ prius in προσκατασκευάζεται inser I2 4 τῇ ἁπάσῃ Gasda 5 μέτρον] μεῖζον Ca 9 τ ἡ ν I sed η et ν in ras m3 et singulae litterae ante et post η eras om Ca 11 post χρῆν rasura 2 litterarum Μ 12 ἀνέβη in marg inser Μο ἐπέβη Ρ sed ἐπ in ras m2 19 δυεῖν CA Re ἐνῆν Mor | παριοῦσαν Μο sed ν eras 21 γίνεται Α 21 εἰρη- νικός — 476, 4 ἀτιμάζων citat Plan fol. 99)

476
μή τις θρασύνοιτο, πρὸς δὲ ἐκεῖνον εὔψυχος, εἴ τις ἐπαναγκάζοιτο, καὶ οὔτε τῇ τῆς ἡσυχίας ἡδονῇ τοῖς ἀδι- κοῦσιν εἴκων οὔτε τῷ κρατεῖν ἐν πολέμοις τὴν ἡσυχίαν ἀτιμάζων, ἀλλ’ εἰδώς, εἴπερ τις ἀνθρώπων, ὅπλα τε ἁρπάσαι μετὰ τοῦ καιροῦ καὶ καταθέσθαι πάλιν.