Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ πέμπει δὴ δι’ ὧν ἤλπιζε δράσειν τοῦτο ὁ βασιλεὺς εἰς τὴν νῆσον. ὡς δ’ οὔτ’ ἀφελέσθαι φανερῶς ἐνῆν οὔτε διορύξασι λαθεῖν, μηχανῶνται τοιόνδε τι· ἔφασαν βού- λεσθαι κατ’ ἴχνος τῶν αὐτόθι θεῶν δημιουργῆσαι τύπους. τῶν δὲ ἐφέντων φιλοπόνως νύκτα καὶ ἡμέραν ἔξεον, οἱ δ’ ἱερεῖς ἀνεπαύοντο. τοῖς δημιουργοῖς δὲ πρὸς τοσοῦτον διηκριβώθη τὸ τῆς μιμήσεως, ὥστε τὰ μὲν ἀνασπάσαντες, τὰ δὲ ἀντικαταστήσαντες ἐνέβαινον εἰς τὰς ναῦς ἐν ὀφθαλμοῖς Κυπρίων, τὰ παλαιὰ μὲν [*](3 αὐτοῦ Β 4 τῷ (2)]τὸ Β 6 σαφὲς — ποιήσω Plan fol. 99 7 ἐξότου UI ἐξ ὅσου Μο 8 οὕτω Ca Re 9 ἐπεθύμησαν — ἐμβαλόντες om Mor | καὶ] ὥστ’ ? Sintenis 11 νᾷ post ω in ἀπόλλω inser Μο2 12 μετοίκισιν Cobet Mnem. V 107 (Coll. 103) 13 τοῦτο δράσειν IBMCa 15 ἀνο- ρύξασι supra διορύξασι Μο2 | λαβεῖν in marg Mo2 17 τοὺς πρὸς τύπους BMCa | φιλοπόνως inser I2 19 εἰς A εἰς Re | διηκριβώθη ex ἠκριβώθη corr I2 ἠκριβώθη U 20 ἐνέβαι- νον Ρ sed supra ἑ rasura unius litterae, Μο sed ἀ supra ἐ m2 ἀνέβαινον UI sed in hoc ἐ supra ἀ m3)

473
ὡς νεουργὰ φερόμενοι, τὰ δὲ ἄρτι δεξάμενα τὴν τέχνην ἐν τῇ δόξῃ τῶν ἀρχαίων ἀφέντες.