Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τοῦτο δὲ ἦν ἄρα οὐ τῆς τῶν ἀγαλματοποιῶν ἀρετῆς, τῆς δὲ τῶν θεῶν πρὸς τὸν ἔκπλουν ἐπιθυμίας, ὑφ’ ἧς ἐνέθηκαν ταῖς χερσὶ τῶν δημιουργῶν πλέον τι τοῦ δυνατοῦ. καίτοι τί τοσοῦτον εἰς δόξαν, ἢ χώραν προσλαβεῖν ἡ· στῆσαι τρόπαιον ἢ κατακόψαι φάλαγγας ἢ ζωγρήσαντα πολεμίους ἄγειν, ἡλίκον τὸ τοὺς θεοὺς τῇδε νομίζειν | αὑτοῖς προσήκειν διαιτᾶσθαι;
[*](6 308)114. Καὶ γὰρ δὴ καὶ τὸ τούτου ἐχόμενον εἰς τὴν αὐτὴν ἀπόδειξιν φέρει συμβὰν εὐθὺς ἐπὶ τοῦ μετ αὐτὸν ἄρχοντος. ἡ γὰρ δὴ Ἶσις, τὸ βούκερων ἄγαλμα τὸ Αἰγύπτιον, ἀφεῖσα τὴν Μέμφιν δεῦρο κινήσασα μὲν ὀνείρασι Σέλευκον τὸν ἀπὸ τοῦ Σελεύκου τέταρτον εἰς τὴν ἑαυτῆς μετάπεμψιν, κινήσασα δὲ Πτο- λεμαῖον εἰς ἕτοιμον τῆς θεοῦ δόσιν, καὶ νῆες εὐτρεπεῖς, καὶ τὸ ἄγαλμα ἤγετο.