Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἐν Κύπρῳ θεοὶ τιμώμενοι | τὴν Κύπρον ἐξ ὅσουπερ ἦν κληρουχοῦντες οὗτοι τῆσδε τῆς χώρας ἐπεθύμησαν καὶ ἠπείγοντο μετοικεῖν. ἐμβαλόντες οὖν τὴν πόλιν εἰς χρείαν τοῦ Πυθοῖ μαντείου πείθουσι τὸν Ἀπόλλω λύσιν μίαν τῶν δυσχερῶν ἀνελεῖν, τὴν τῶν ἐν Κύπρῳ θεῶν ὡς ἡμᾶς μετοίκησιν.