Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
κηδεύει μὲν γὰρ Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου βασιλεῖ, Πτολεμαῖος δὲ ἥκων ἐνθάδε καὶ τὸ κάλλος τῆς Ἀρτέμιδος ἐκπλαγεὶς ἐβουλήθη τῆς ἐκείνου χώρας εἶναι τὸ ἄγαλμα καὶ λαβὼν ἀπῆγεν. ἡ δὲ θεὸς ἐκεῖ μὲν ἐθεραπεύετο, τῆς δὲ ἡμετέρας ἐπεθύμει καὶ νόσῳ τὴν γυναῖκα τοῦ μεταστήσαντος ἤλαυνε διδά- σκουσα τοῖς ὀνείρασιν, ἀνθ’ ὅτου ταῦτα ποιοῖ. πέμ- πεται δὴ πάλιν ὑπὸ τῶν κεκινηκότων καὶ τὸν μὲν νεὼν [*](2 Aristarch. trag. fr. 2,5 p. 728 Ν. Eur. Iph. A. 356 14 Athen. II 45 b. c. Hieron. ad Daniel. XI 6 p. 705 19 Plin. XXXIV 148) [*](1 χορ ου Plan χορὸς U Mor et e χορὸν corr Μ2 | μέγιστος Mor et e μέγιστον corr Μ2 μεγίστων U et supra μέγιστον Μο2 3 τα ουσ Μ τὰ Β 4 ἐκ τῶν πολλῶν UI 6 ἀκροα- τὰς Β 8 πατρὶ BMCa 9 τὸ — 10 φόβῳ citat Plan fol. 99 16 αὐτοῦ UIBMCa et supra ἐκείνου Mo2 ἐκεῖνον supra αὐτοῦ I2 cf. p. 525, 10 20 οἱ in ποιοῖ in ras Ρ2 ποιεῖ UIBMCa)
110. Θαῦμα τοίνυν ἕτερον ἐπὶ τῆς αὐτῆς βασιλείας παραπλήσιόν τε καὶ οὐ παραπλήσιον τῷ προτέρῳ· τῷ μὲν γὰρ εἶναι περὶ θεοὺς συμφέρεται, τῇ δὲ τῶν ξένων δεῦρο μεταστάσει διέστηκε. σαφὲς δὲ ὅ φημι ποιήσω. [*](R 307)