Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τὶς οὖν εὕρηται πόρος ἐν ἀπορίᾳ τοσαύτῃ; τῶν μὲν μνησθῆναι, τοὺς δὲ ὑπερβῆναι, μᾶλλον δὲ τῶν μὲν οὐ πάντα εἰπεῖν, ἀλλ’ ἐκ πολλῶν ὀλίγα διελθεῖν, περὶ δὲ τῶν ἰσχυρισάμενον, ὡς οὐ χείρους τῶν εἰρη- μένων, κελεῦσαι τοὺς ἀκροωμένους ἐν ταῖς συγγραφαῖς δοκιμάζειν μου τὸν λόγον.

108. Ἀντιόχῳ τοίνυν τῷ Σελεύκου παιδὶ πόλεμος μὲν οὐδεὶς ἐπολεμήθη, τὸ γὰρ δυσμενὲς ἅπαν ἐπτήχει τῷ φόβῳ, σὺν εὐδαιμονίᾳ δὲ πρὸς γῆρας ἐλθόντι τῷ παιδὶ τὴν ἀρχὴν ὑπῆρξεν οὐκ ἐλάττω παραδοῦναι. τούτῳ δὲ καὶ αὐτῷ τὰ μὲν ὅπλα ἡσύχαζεν οὐκ οὔσης ἀνάγκης, θαῦμα δέ τι συνέβαινε τῆς ἄκρας εὐφημίας τῇ πόλει.