Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

γέγονεν οὖν κόσμος, ὥς φησι Μωϋσῆς, ἐν ἕξ ἡμέραις, τουτέστιν ἐν ἓν δυνάμεσι ταῖς ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα· ἑβδόμη κατὰπαυσις καὶ σάββατον ἀπὸ τῆς ἑβδομάδος γέγονε τῆς ἐκεῖ * * * γῆς καὶ ὔδατος καὶ πυρὸς καὶ ἀέρος, ἐξ ὧν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς.

οἴ τε γὰρ κύβοι καὶ τά ἀκτάεδρα καὶ <αἱ> πυραμίδες καὶ πάντα τά τούτοις παραπλήσια σχήματα, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, τῶν τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου τελείου τέλειος.

ὅταν οὖν, φησίν, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην ποι- [*](4 Κοί. 1, 19 und 2, 9 contaminiert wie V 12, 5 — 8 Mt. 11, 27 — 13 19 vgl. Χ 17, 1. 2 Ende — 15f vgl. S.231, 14f — 20 —22 vgl. Gen. 1, 3 ff. 2, 3 — 20 — S. 234, 3 vgl. X 17, 3. 4 — 21 vgl. VI 13, 1 τῶν δὲ ἓξ δυνάμεων τούτων καὶ τῆς ἑβδόμης τῆς μετὰ τῶν ἔξ VI 14, 1 — 24 ff Plafco, Timaios 55 D ff — 28 Exod. 7 ff, bes. 7, 15 τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ἄφιν vgl. S. 112, 15 f) [*](1 ἐννεὰς] ἐνὰς Ρ 2 πολυσχεδεῖς Ρ 3 μία Ρ 4 πᾶν τὸ] παντὸς Ρ 5 τοσαῦται We. 9 ὡς ö.: εἰς Ρ γένημα Ρ 10 ἀκτῖνες Miller: καὶ τινες Ρ 17 μιᾷ κεραία ῥυείση Ρ, verb. ö. (s. H) πλήρεις Ρ 22 σαββάτου Ρ εὑδομάδος Ρ τῆς ἐπὶ γῆς Cruice ücke ö. (s. H) 24 + αἱ Η ö. 28 ῥάυδον Ρ)

234
κίλως εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον, ἄτινα, φησίν, ἐστὶ τῆς κτίσεως ἀλληγορού<μενα> σύμβολα, οὐκ εἰς πλείονα πάθη τῶν δέκα σχηματίζει τὴν ῥάβδοι, ἥτις ἐστὶν ἡ μία κεραία. διπλῆ, ποικίλη αὕτη, φησίν, ἐστὶν ἡ δεκάπληγος, ἡ κοσμικὴ κτίσις.

πάντα γὰρ . πλησσόμενα γεννᾶται καὶ καρποφορεῖ, καθάπερ αἰ ἄμπελοι. »ἄνθρωπος ἐξ ἀνθρώπου ἐξέσσυται«, φησίν, »καὶ ἀποσπᾶται πληγῇ τινι μεριζόμενος«, ἵνα γένηται. κἂν εἴπῃς νόμον, ὃν ἔθηκε Μωϋσῆς παρὰ θεοῦ λαβών, κατὰ τὴν κεραίαν ἐκείνην ὁ νόμος ἐστὶ τὴν μίαν, ἡ δεκάλογος ἀλληγοροῦσα τὰ θεῖα τῶν λόγων μυστήρια.

πᾶσα γὰρ, φησίν, ἡ γνῶσις τῶν ὄλωνν δεκάπληγός ἐστι καὶ δεκάλογος, ἣν οἶδεν οὐδεὶς τῶν περὶ τὸ γέννημα τῆς θηλείας πεπλανημένων. κἂν εἵπῃς πεντάτευχον ὄλον τὸν νόμον, ἔστιν ἀπὸ τῆς πεντάδος τῆς ἐν τῇ μιᾷ κατειλημμένης κεραίᾳ.

τὸ δὲ ὅλον ἐστί, φησί, τοῖς μὴ πεπηρωμένοις παντελῶς τὴν διάνοιαν μυστήριον, καινὴ καὶ μὴ παλαιουμένη ἑορτή, νόμιμος, αἰώνιος εἰς τὰς γενεὰς ἡμῶν, κυρίου τοῦ θεοῦ πάσχα, διατηρούμενον τοῖς δυναμένοις βλέπειν ἐναρχομένης τῆς δεκάτης, ἤτις ἐστὶν ἀρχὴ δεκάδος, ἀφ’ ἧς, φησίν, ἀριθμοῦσιν. ἡ γὰρ μονὰς ἕως τῆς τεσσαρεσκαιδεκάτης ἐστὶ τὸ κεφάλαιον τῆς μιᾶς <κεραίας>, τελείου ἀριθμοῦ. τό τε γὰρ ἔν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὅπερ ἐστὶν ἡ μία κεραία.

ἀπὸ δὲ τῆς τεσσαρεσκαιδεκάτης, φησίν, ἔως μιᾶς καὶ εἰκάδος ἑβδομάδα λέγει ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου τὴν κτίσιν ἄζυμον ἐν τούτοις ἅπασιν. τί γὰρ δεηθείη, φησίν, ἡ μία κεραία οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς τὸ πάσχα [*](1 f Gal. 4, 24 — 5 f Demokrit Fr, 32 Diels: ξυνουσίη ἀποπληξίη σμικρή· ἐξέσσυται γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἀποσπᾶται κτλ. — 11f vgl. die Ausdeutung der Titel der ücher Mos. VI 15, 2ff — 13ff Exod. 12, 11 πάσχα ἐστὶν κυρίῳ 14 καὶ ἔσται ἡ ἡμέρα αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἐορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτὴν 3 τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον 6 καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσδεκάτης τοῦ μηνὸς τούτου 16 ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός — 19f vgl. S. 6, 8. 75, 17. 150, 16ff — 21 Exod. 12, 18 — 22 ἄζυμον (vgl. Ζ. 23)] Exod. 12, 15. 18) [*](2 ἀληγόρου Ρ 2f δώδεκα Ρ, verb. Bernays 3 σχηματίζη τὴν ῥάυδον P ἡ ö.: ῑ Ρ <ἡ τοῦ> ῑ μία Cruice 5 πλεισσόμενα Ρ 6 ἐξέσυται Ρ 7 γένηται καὶ εἴπη Ρ, verb. öller, Kosmol. S. 322 8 τὴν μίαν ~ nach ἐκείνην Cruice 11 γένημα Ρ 13 πεπηρωμένοις öller S. 322 Cruice: πεπληρωμένοις Ρ 16 <τεσσαρεσκαι> Cruice εἴτις Ρ 18 + κεραίας Miller 21 Ρ 22 τί γὰρ Roeper: εἰ γὰρ Ρ, τί γὰρ ἂν Sauppe δεηθήσεται We.)

235
τοῦ κυρίου, τὴν αἰώνιον ἑορτήν, ἥτις ἐστὶν εἰς τὰς γενεὰς δεδομένη; ὅλος γὰρ ὁ κόσμος καὶ πάντα <τὰ> τῆς κτίσεως αἴτια πάσχα ἑορτὴ κυρίου.

χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, ἥτις ὑπὸ τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς. ἥτις ἐστὶ Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη, ᾑ † τῆς Αἰγυπτίοις πλήσσειν μεταβάλλειν τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως, τὸ ὕδωρ εἰς αἷμα καὶ τὰ λοιπὰ τούτοις παραπλησίως, <ὡς> ἀδρίδας, ὅπερ ἐστὶ τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει· »πᾶσα γὰρ σὰρξ χόρτος«, φησίν.

οὐδὲν δὲ ἧττονν καὶ τὸν ὅλον νόμον οἱ ἄνδρες οὗτοι τοιοῦτόν τινα τρόπον ἐκδέχονται, τάχα που κατακολουθήσαντες, ὡς ἐγὼ δοκῶ, Ἑλλήνων τοῖς λέγουσιν οὐσίαν εἶναι καὶ ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ποιεῖν καὶ ἔχειν καὶ πάσχειν.