Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὕτως ὄντος αὐτοῦ τῇ δυνάμει γενέσθαι τὸν υἱὸν λογισμοῦ καὶ βουλήσεως τάχιον.

καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον ἐν ταῖς γραφαῖς· ἦν καὶ ἐγένετο, ὅπερ ἐστίν· ὃ] ἠν ἄνθρωπος, καὶ ἐγένετο υἱὸς αὐτοῦ, ὥς τις εἴποι· ἠν πῦρ καὶ ἐγένετο φῶς, ἀχρόνως καὶ ἀβουλήτως καὶ ἀπροορίστως ἅμα τῷ εἶναι τὸ πῦρ.

ὀ δὲ ἄνθρωπος οὖτος μία μονάς ἐστιν ἀσύνθετος ἀδιαίρετος, συνθετὴ διαιρετή, πάντα φίλη, πάντα εἰρηνική, πάντα μαχίμη, πάντα πρὸς ἑαυτὴν πολέμιος, ἀνόμοιος ὁμοία, οἱονεί τις ἁρμονία μουσικὴ πάντα ἔουσσα ἐν ἑαυτῇ, ὅσ’ ἄν τις εἴπῃ καὶ παραλείπῃ μὴ νοήσας, πάντα ἀναδεικνύουσα, πάντα γεννῶσα. αὕτη μήτηρ, αὕτη πατήρ, τὰ δύο ἀθάνατα ὀνόματα.

ὑποδείγματος δὲ χάριν τοῦ τελείου ἀνθρώπου κατανόει, φησί, μεγίστην εἰόνα ἰῶτα ἴν, τὴν μίαν κεραίαν, ἥτις ἐστὶ κεραία μία ἀσύνθετος, ἁπλῆ, μονὰς εἰλικρινὴς ἐξ οὐδενὸς ὅλως τὴν σύνθεσιν ἔχουσα, συνθετή, πολυειδής, πολυσχιδής, πολυμερής.

ἡ ἀμερὴς ἐκείνη μία, φησίν, ἐστὶν ἡ πολυπρόσωπος καὶ μυριόμματος καὶ μυριώνυμος μία τοῦ ῑ κεραία, ἥτις ἐστὶν εἰκὼν τοῦ τελείου ἀνθρώπου ἐκείνου τοῦ ἀοράτου.

Ἔστιν οὖν, φησίν, ἡ μονάς, ἡ μία κεραία, καὶ δεκάς· δύναμις γὰρ αὕτη τοῦ ῑ μιᾶς κεραίας κεραίας * * καὶ δυὰς καὶ τριὰς καὶ τετρὰς [*](3 Theodoret I 18 — 6 s. zu S. 88, 12 — 6 ff vgl. X 17, 1 Anf. — 8 ἀρχὴ τῶν ὅλων] vgl. S. 226, 21 — 9. 14 vgl. S. 196, 21 — 12 f Anspielung auf Job. 1, 1 —3 ? — 18 f s. zu S. 116, 20 — 19f vgl. S. 78, 10 — 22 Matth. 5, 18 Luk. 16, 17, vgl. S. 150, 26 f — 25 vgl. S. 98, 15 πολυώνυμος, μυριόμματος — 24—28 vgl. X 17 2) [*](3 Titel μονόιμος a. R. Ρ 7 + ὅ Miller, s. zu Ζ. 13 8 ἀγέννητον ö. 9 γεννητὸν ö. ἀβουλήτως Miller, vgl. Ζ. 14: ἀβασιλεύτως Ρ 13 ὃ > ὡς] + εἰ We. 14 <ἂν> τις? Miller 16 εἰρηνηκὴ Ρ 18 ὅσα Miller, 8. Test.: ὡς Ρ 23 συνθετή > We. (Glosse zu τὴν σύνθεσιν ἔχουσα) 24 Ρ ἡ1] ἢ V 28 αὕτη τοῦ Sauppe: αὐτῆ τὸ Ρ αὐτῇ τῆς τοῦ ῑ μιᾶς κεραίας <γίνονται> Cruice Lücke Gö. üllen etwa ἐν ᾗ εἰσιν μονὰς vgl. ἐν ᾧ ἐστιν ἡ τοῦ παντὸς ἀριθμοῦ ὑπόστασις))

233
καὶ πεντὰς καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀγδοὰς καὶ ἐννεὰς μέχρι τῶν δέκα· οὗτοι γάρ, φησίν, εἰσὶν οἱ πολυσχιδεῖς ἀριθμοὶ ἐν ἐκείνῃ κατοικοῦντες τῇ ἁπλῇ καὶ ἀσυνθέτῳ τοῦ ἰῶτα κεραίᾳ μιᾷ.

καὶ τοῦτό ἐστι τὸ εἰρημένον· »ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησε κατοικῆσαι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου σωματικῶς·« αἱ γὰρ τοιαῦται τῶν ἀριθμῶν συνθέσεις ἐξ ἁπλῆς καὶ ἀσυνθέτου τῆς μιᾶς κεραίας τοῦ ἰῶτα σωματικαὶ γεγόνασι, φησίν, ὑποστάσεις.

γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ τελείου ἀνθρώπου ὁ υἱὸς τοῦ ἀνθρώπου, ὃν ἔγνωκεν οὐδείς, φαντάζεται δέ, φησίν, ὡς γέννημα θηλείας ἡ κτίσις πᾶσα τὸν εἱὸν ἀγνοοῦσα, οὗ υἱοῦ ἀκτῖνες ἀμυδραὶ πάνυ ἐμπελάζουσαι τῷδε τῷ κόσμῳ συνέχουσι καὶ συγκρατοῦσι τὴν μεταβολήν, τὴν γένεσιν.

τὸ δὲ κάλλος ἐκείνου τοῦ υἱοῦ τοῦ ἀνθρώπου μέχρι νῦν πᾶσίν ἐστιν ἀκατάληπτον ἀνθρώποις, ὅσοι περὶ τὸ γέννημα τῆς θηλείας εἰσὶ πεπλανημένοι. γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου οὐδὲν τῶν ἐνθάδε, οὐδὲ ἔσται πώποτε, τά δὲ γεγονότα πάντα οὐκ ἀπὸ ὅλου, ἀλλὰ ἀπὸ μέρους τινὸς γέγονε τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ἔστι γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἰῶτα ἕν, μία κεραία, ῥυεῖσα ἄνωθεν, πλήρης, ἀποπληροῦσα πάντας, ἔχουσα ἐν ἑαυτῇ ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.