Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἵους γενέσθαι ἐπυθόμην Οὐαλεντῖνον, ὃν οἱ μὲν ἐξ Ἐμέσης, οἱ δὲ ἐξ Ἀρεθούσης τὸ γένος ἔχειν ἔφασαν: καὶ τὸν ὁμώνυμον τὸν αὐτοῦ, καὶ Θεόδωρον: ἄμφω δὲ ἀπὸ Τιττῶν τοῦ Ἀπαμέων νομοῦ ἤστην. Καὶ Μαρώσαν τὸν ἐκ Νεχείλων, καὶ Βάσσον, καὶ Βασσώνην, καὶ Παῦλον, ὃς ἀπὸ Τελμισοῦ τῆς κώμης ἐγένετο: πολλοὺς δὲ ἐν

653
πολλοῖς τόποις συνοικίσας, καὶ ὃν χρὴ τρόπον συναγαγὼν εἰς τὸ φιλοσοφεῖν εἰδέναι, τὸ τελευταῖον εἰς τὸ Ἰουγάτον καλούμενον χωρίον μεγίστην τε καὶ ἐπισημοτάτην συνοικίαν μοναχῶν κατεστήσατο.

Ἔνθα δὴ καὶ ἐτελεύτησε, καὶ τὸν τάφον ἔχει, μακροβιώτατος γεγονώς: ὡς μέχρι καὶ εἰς ἡμᾶς ἐπιβιῶναι, εὐδοκίμως καὶ θείως φιλοσοφήσας. Καὶ τῶν ἄλλων δὲ τῶν δηλωθέντων μοναχῶν, σχεδὸν πάντες πολὺν διεγένοντο χρόνον. Καί μοι φαίνεται, μακροβίους τοὺς ἄνδρας ὁ Θεὸς ἐποίησεν,

εἰς ἐπίδοσιν τὴν θρησκείαν ἄγων. Σύρους τε γὰρ ὡς ἐπίπαν, καὶ Περσῶν καὶ Σαρακηνῶν πλείστους, πρὸς τὸ οἰκεῖον ἐπηγάγοντο σέβας, καὶ ἑλληνίζειν ἔπαυσαν. Μοναχικῆς τε φιλοσοφίας ἐνθάδε ἄρξαντες, πολλοὺς ὁμοίους ἀπέφησαν. Καὶ Γαλάτας δὲ καὶ Καππαδόκας, καὶ τοὺς τούτων ὁμόρους, συμβάλλω πολλοὺς μὲν καὶ ἄλλους ἐσχηκέναι τότε ἐκκλησιαστικοὺς φιλοσόφους, οἷά γε πάλαι τὸ δόγμα σπουδαίως πρεσβεύοντας.

Κατὰ συνοικίας δὲ

654
ἐν πόλεσιν ἢ κώμαις οἱ πλείους ᾤκουν. Οὔτε γὰρ παραδόσει τῶν προγεγενημένων εἰθίσθησαν: οὔτε ὑπὸ χαλεπότητος χειμῶνος, φύσει τοῦ τῇδε χώρου ἑκάστοτε συμβαίνοντος, δυνατὸν ἴσως κατεφαίνετο ἐν ἐρημίαις διατρίβειν.