Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εὐδοκιμώτατοι δὲ ὧν ἐπυθόμην ἐγένοντο ἐνθάδε μοναχοὶ, Λεόντιος, ὁ τὴν ἐν Ἀγκύρᾳ ἐκκλησίαν ὕστερον ἐπιτροπεύσας: καὶ Πραπίδιος, ὃς ἤδη γηραλεος ὢν, πολλὰς ἐπεσκόπει κώμας. Προέστη δὲ καὶ Βασιλειάδος, ὃ πτωχῶν ἐστὶν ἐπισημότατον καταγώγιον, ὑπὸ Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου κατασκευασθὲν, ἀφ̓ οὗ τὴν προσηγορίαν τὴν ἀρχὴν ἔλαβε, καὶ εἰς ἔτι νῦν ἔχει.

Περὶ τοῦ ξυλίνου τρίποδος, καὶ τῆς τοῦ βασιλέως διαδοχῆς, τῆς τῶν στοιχείων εἰδήσεως, καὶ περὶ τοῦ φόνου τῶν φιλοσόφων, καὶ περὶ ἀστρονομίας.

Ἀλλὰ τὰ μὲν ἀφηγησάμην, ἐφ̓ ὅσον μοι μαθεῖν

655
ἐξεγένετο, περὶ τῶν τότε ἐκκλησιαστικῶν φιλοσόφων. Τῶν δ̓ αὖ Ἑλληνιστῶν, μικροῦ πάντες κατ̓ ἐκεῖνο καιροῦ διεφθάρησαν.

Τινὲς γὰρ οἳ τῶν ἄλλων ἐν φιλοσοφίᾳ προέχειν ἐνομίζοντο, πρὸς τὴν ἐπίδοσιν τοῦ Χριστιανισμοῦ δυσφοροῦντες, ἐβουλεύσαντο προμαθεῖν τὸν ἐφεξῆς Οὐάλεντι Ῥωμαίων ἡγησόμενον, μαντείαις τε παντοδαπαῖς περὶ τούτου ἐχρήσαντο.

Καὶ τελευτῶντες, τρίποδα ξύλινον ἐκ δάφνης κατεσκευάσαντο, καὶ ἐπικλήσεσι καὶ λόγοις οἷς εἰώθεισαν, ἐτέλεσαν: ὥστε συλλογῇ γραμμάτων, καθ̓ ἕκαστον στοιχεῖον ὑπὸ μηχανῆς τοῦ τρίποδος καὶ τῆς μαντείας σημαινομένων, ἀναφανῆναι τὸ ὄνομα τοῦ ἐσομένου βασιλέως.