Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τούτῳ δὲ συνοίκω ἤστην, Γαδδανᾶς τε καὶ Ἄζιζος, πρὸς ὁμοίαν ἀρετὴν ἁμιλλωμένω. Ἀνὰ δὲ τὴν ἐκ γειτόνων Ἔδεσαν, καὶ πέριξ ταύτης, εὐδοκιμώτατοι φιλόσοφοι τατὰ τοῦτον τὸν χρόνον ἦσαν, Ἰουλιανὸς καὶ Ἐφραὶμ ὁ Σύρος συγγραφεὺς, οἱ ἐν τῇ Κωνσταντίου

651
βασιλείᾳ δηλωθέντες: Βάρσης τε καὶ Εὐλόγιος, οἳ καὶ ἐπισκόπω ἄμφω ὕστερον ἐγενέσθην, οὐ πόλεως τινὸς, ἀλλὰ τιμῆς ἕνεκεν, ἀντ̓ ἀμοιβῆς ὥσπερ τῶν αὐτοῖς πεπολιτευμένων, χειροτονηθέντες ἐν τοῖς ἰδίοις μοναστηρίοις. Ὃν τρόπον καὶ Λάζαρος ὁ δηλωθείς.

Οἵδε μὲν τῶν τότε φιλοσοφούντων ἐπισήμως ἀνά τε Σύρους καὶ Πέρσας τοὺς ἐκ γειτόνων αὐτοῖς εἰς γνῶσιν ἐμὴν ἦλθον. Πολιτεια δὲ κοινὴ πᾶσιν, ὡς εἰπεῖν, ἦν: ψυχῆς μὲν ὅτι μάλιστα ἐπιμελεῖσθαι, καὶ ἕτοιμον ἐθίζειν πρὸς ἀπαλλαγὴν τῶν ἐνθάδε, ἐν εὐχαῖς τε καὶ νηστείαις, καὶ θείοις ὕμνοις: καὶ περὶ ταῦτα τὸν πολὺν ἀναλίσκειν βίον: χρημάτων δὲ καὶ τῆς περὶ τὰ πολιτικὰ πράγματα ἀσχολίας,

σώματός τε ῥαστώνης ἢ ἐπιμελείας παντελῶς ἀμελεῖν. Ἔνιοι δὲ ἐπὶ τοσοῦτον ἐγκρατείας ἦλθον, ὡς Βατθαίου μὲν ὑπὸ τῆς ἄγαν ἐγκρατείας καὶ ἀσιτίας, σκώληκας ἐκ τῶν ὀδόντων ἕρπειν: Ἀλᾶν δὲ ἐπὶ ὀγδοήκοντα ἐνιαυτοὺς, ἄρτου μὴ

652
γεύσασθαι: τὸν δὲ Ἡλιόδωρον ἀΰπνους τὰς πολλὰς διακαρτερῆσαι νύκτας, ἑβδομάδας ἡμερῶν ἐν νηστείαις ἐπισυνάψαντα.

Συρία δὲ, ἥτε κοίλη καλουμένη, καὶ ἡ ὑπὲρ ταύτην, πλὴν Ἀντιοχείας, βράδιον εἰς Χριστιανισμὸν μετέβαλον. Οὐ μὴν οὐδὲ αὕτη φιλοσόφων ἐκκλησιαστικῶν ἄμοιρος ἦν: ταύτῃ γὲ μᾶλλον ἀνδρείων ὄντων τε καὶ φαινομένων, ὅσῳ γὲ καὶ πρὸς τῶν οἰκούντων τὴν χώραν ἐμισοῦντο καὶ ἐπεβουλεύοντο: καὶ γενναίως ἀντεῖχον, οὐκ ἀμυνόμενοι, οὐδὲ δίκην λαμβάνοντες, ἀλλὰ προθύμως τὰς παρὰ τῶν Ἑλλήνων ὕβρεις τε καὶ πληγὰς ὑπομένοντες.