Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καταμηνυσάντων δὲ τῶν ἀπὸ τῆς Γαλλίας καὶ Βενετίας, καὶ παῤ ἑτέρων τινων ταῦτα σπουδάζεσθαι παῤ αὐτοῖς, οὐ πολλῷ ὕστερον συνελθόντες εἰς Ῥώμην ἐπίσκοποι πολλῶν ἐθνῶν, ἐψηφίσαντο τῆς αὐτῶν κοινωνίας ἀλλότριον εἶναι Αὐξέντιον, καὶ τοὺς ὁμοίως αὐτῷ δοξάζοντας: βεβαίαν δὲ μένειν τὴν παραδοθεῖσαν πίστιν παρὰ τῆς ἐν Νικαίᾳ συνόδου: τῶν ἐν Ἀριμίνῳ δοξάντων ὑπεναντίων ταύτης, ἀκύρων ὄντων, ὡς μήτε τοῦ Ῥωμαίων ἐπισκόπου, μήτε τῶν ἄλλων συνθεμένων αὐτοῖς: καὶ ὡς πολλῶν τῶν αὐτόθι συνελθόντων ἀπαρεσθέντων τοῖς τότε παῤ αὐτῶν δεδογμένοις.

Ταῦτα δὲ οὕτω γενέσθαι καὶ δόξαι, μαρτυρεῖ καὶ ἡ ἐπιστολὴ Δαμάσου τοῦ Ῥωμαίων

597
ἐπισκόπου, καὶ τῶν ἅμα αὐτῷ τότε συνελθόντων, πρὸς τοὺς Ἰλλυριῶν ἐπισκόπους γραφεῖσα. Ἔχει δὲ ὧδε.

Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες, τοῖς ἐν τῷ Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, Δάμασος, καὶ Οὐαλέριος, καὶ οἱ λοιποὶ, τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν.

Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν, τὴν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων θεμελιωθεῖσαν, ταύτην κατέχειν, καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι: ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν πατέρων, οὐδενὶ λόγῳ διαφωνεῖ. Οὐδὲ γὰρ ἄλλως ἁρμόζει διανοεῖσθαι τοὺς τοῦ Θεοῦ ἱερεῖς, ὑφ̓ ὧν

598