Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

δίκαιόν ἐστι τοὺς σοφοὺς παιδεύεσθαι. Ἀλλὰ δἰ ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν, ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν. Ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι οἰκείαις ἑρμηνείαις ἀνθίσταντο: ἀπὸ οὖν τῶν διαφόρους διδασκαλίας διανοουμένων μὴ παρολισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν γνώμην, ὁσάκις ἂν διαφόροις βουλαῖς περιφέρωνται. Τοιγαροῦν Αὐξέντιον τὸν Μεδιολάνων ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέγραπται.

Δίκαιον οὖν ἐστὶ, πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους ὁμοφρονεῖν, καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν: καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν

599
ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν μάλιστα, ὅπερ ἀπείη, τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπίλεκτοι, ἐν Νικαίᾳ γενομένου σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν, καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρμακα ἀπεώσαντο: ὥστε τὸν Πατέρα καὶ τὸν Υἱὸν, μιᾶς θεότητος, μιᾶς ἀρετῆς, καὶ ἑνὸς χρήματος πιστεύεσθαι: χρὴ δὲ τῆς αὐτῆς ὑποστάσεως καὶ τὸ Πνεῦμα τὸ ἅγιον πιστεύειν. Τὸν δὲ ἄλλως φρονοῦντα, ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας ἐκρίναμεν.

Ὅνπερ σωτηριώδη ὅρον, καὶ τὴν προσκυνητὴν σκέψιν τινὲς μιάναι ἠθέλησαν. Ἀλλὰ ἐν αὐτῇ τῇ ἀρχῇ, ἀπ̓ αὐτῶν τούτων οἵ τινες τοῦτο ἐν Ἀριμίνῳ

600
ἀνανεώσασθαι, ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη ὡς ὁμολογεῖν αὐτοὺς ἑτέρᾳ τινι διαλέξει ὑφηρπᾶσθαι, ὅτι οὐκ ἐνενόησαν τῇ τῶν πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι.

Οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμίνῳ συναχθέντων, ὁπότε συνέστηκε, μήτε τοῦ Ῥωμαίων ἐπισκόπου, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Βικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων: ὁπότε μάλιστα, καθὼς προειρήκαμεν, αὐτοὶ οὗτοι οἵ τινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οὗτοι καλλίονι γνώμῃ χρησάμενοι, ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.