Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ δὲ τοῦτον τὸν χρόνον Λιβερίου τελευτήσαντος,

595
ἐπιτρέπεται Δάμασος τὸν Ῥωμαίων θρόνον. Ὑπόψηφος δὲ ὢν τῇ χειροτονίᾳ καὶ Οὐρσίκιός τις διάκονος, ἀποτυχὼν οὐκ ἤνεγκε: λάθρα δὲ ὑπό τινων ἀσήμων ἐπισκόπων χειροτονηθεὶς,

διασπᾶν τὸν λαὸν ἐσπούδαζε, καὶ καθ̓ ἑαυτὸν ἐκκλησιάζειν. Μερισθέντος δὲ τοῦ πλήθους, οἱ μὲν τοῦτον, οἱ δὲ Δάμασον ἐπίσκοπον ἠξίουν: καὶ πολλὴ τὸν δῆμον, ὡς εἰκὸς, ἔρις εἶχε καὶ στάσις, ὡς μέχρι καὶ τραυμάτων καὶ φόνων τὸ κακὸν προελθεῖν, εἰσότε δὴ ὁ τῆς Ῥώμης ὕπαρχος πολλοὺς τοῦ δήμου καὶ τοῦ κλήρου τιμωρίαις ὑπολαβὼν, ἔπαυσε τὴν Οὐρσικίου ἐπιχείρησιν.

Δογμάτων δὲ πέρι, καθὰ πρότερον, οὔτε Ῥωμαῖοι διεφέροντο, οὔτε ἕτεροι τῶν ἀνὰ τὴν δύσιν: ἀλλὰ πάντες τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπῄνουν, καὶ Τριάδα ἰσότιμόν τε καὶ ἰσοδύναμον ἐδόξαζον.

Πλὴν τῶν ἀμφὶ τὸν Αὐξέντιον: ὃς προεστὼς

596
τότε τῆς ἐν Μεδιολάνοις ἐκκλησίας, ἅμα τισὶν ἐπεχείρει νεωτερίζειν, καὶ παρὰ τὴν κοινὴν συνθήκην τῶν πρὸς δύσιν ἱερέων, τὸ Ἀρείου δόγμα κρατύνειν, καὶ τὰ ἴσα φρονεῖν τοῖς ἀνόμοιον τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δοξάζουσι κατὰ τὴν ὕστερον ἐπιγενομένην ζήτησιν.