Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ βασιλεὺς Εὐδοξίου σπουδῇ, τὴν ἐν Κιλικίᾳ προσδοκωμένην διέλυσε σύνοδον, γράψας περὶ τούτου καὶ ἀπειλὰς ἐπιθείς. Ἐν μέρει δὲ τοῖς ἄρχουσι τῶν ἐθνῶν ἀπελαύνειν τῶν ἐκκλησιῶν προσέταξε τοὺς ἐπὶ Κωνσταντίνου καθαιρεθέντας

565
ἐπισκόπους, αὖθις δὲ τὴν ἱερωσύνην ἀναλαβόντας ἐπὶ τῆς Ἰουλιανοῦ βασιλείας.

Ἐκ ταύτης δὲ τῆς προστάξεως καὶ ταῖς ἀνὰ τὴν Αἴγυπτον ἀρχαῖς σπουδὴ γέγονεν, ἀφελέσθαι τῶν αὐτόθι ἐκκλησιῶν Ἀθανάσιον, καὶ τῆς πόλεως ἀπελάσαι. Οὐ τὸ τυχὸν γὰρ ἐπιτίμιον ἐνέκειτο τῷ βασιλείῳ γράμματι, εἰ μὴ ταῦτα γένοιτο, πάντων ἐπίσης ἀρχόντων τε καὶ τῶν ὑπ̓ αὐτοὺς στρατιωτῶν, καὶ βουλευτηρίων, ἔκτισιν πολλῶν χρημάτων καταδικάζον, καὶ σώματος αἰκισμοὺς ἀπειλούμενον.

Συνελθὸν δὲ τὸ πλῆθος τῶν Χριστιανῶν, ἐζήτουν τὸν ὕπαρχον ἀπερισκέπτως μὴ ἀπελαύνειν τὸν ἐπίσκοπον: ἀκριβέστερον δὲ σκοπεῖν τὸν ὅρον τῶν βασιλείων γραμμάτων, ὡς κατ̓ ἐκείνων μόνων κρατοῦντα τῶν ἐπὶ Ἰουλιανοῦ κατελθόντων μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγήν.

Τὸν δὲ Ἀθανάσιον ἔλεγον, φυγεῖν μὲν ἐπὶ Κωνσταντίου, μετακληθῆναι δὲ παῤ αὐτοῦ καὶ τὴν ἐπισκοπὴν ἀπολαβεῖν: Ἰουλιανὸν δὲ πάντας καταγαγόντα, μόνον αὐτὸν διῶξαι: πάλιν δ̓ αὖ Ἰοβιανὸν αὐτὸν μετακαλέσασθαι.

566