Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Γενομένης δὲ κακεῖσε συνόδου, καὶ τὰ αὐτὰ ψηφισαμένων

563
τῶν τῇδε ἐπισκόπων,

ἐπεὶ τάδε ἔπραξαν, ἐπανῆλθον. Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν σύνοδον ἀγόντων ἐν Τυάνοις Εὐσεβίου τοῦ ἐπισκόπου τῆς Καππαδοκῶν Καισαρείας, Ἀθανασίου τε τοῦ Ἀγκύρας, καὶ Πελαγίου τοῦ Λαοδικείας, Ζήνωνός τε τοῦ Τυρίου, καὶ Παύλου τοῦ Ἐμέσης, Ὀτρέως τε τοῦ Μελιτηνῆς, καὶ Γρηγορίου τοῦ Ναζιανζοῦ, καὶ πολλῶν ἄλλων, οἳ τὸ ὁμοούσιον πρεσβεύειν ἐψηφίσαντο ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας, ἀναγινώσκεται τὰ Λιβερίου καὶ τῶν ἀνὰ τὴν δύσιν γράμματα.

Περιχαρεὶς τε ἐπὶ τούτοις γενόμενοι, ἔγραψαν πάσαις ταῖς ἐκκλησίαις, ἐντυχεῖν τοῖς ψηφίσμασι τῶν ἀνὰ τὴν Ἀσίαν ἐπισκόπων, καὶ τοῖς Λιβερίου γράμμασι καὶ Ἰταλῶν, καὶ Ἄφρων, καὶ Γαλατῶν τῶν πρὸς δύσιν, καὶ Σικελῶν: ἐκόμισαν γὰρ καὶ τούτων γράμματα οἱ ἐκ Λαμψάκου πρέσβεις: καὶ ἀναλογίσασθαι τὸν πάντων ἀριθμόν: πολλῷ γὰρ τῷ

564
πλήθει τὴν ἐν Ἀριμίνῳ σύνοδον ἐνίκων: καὶ ὁμοφρονας αὐτοῖς γενέσθαι καὶ κοινωνούς: καὶ ὅτι ταύτης εἰσὶ τῆς γνώμης, διὰ γραφῆς οἰκείας δηλῶσαι:

συνελθεῖν δὲ εἰς Ταρσὸν τῆς Κιλικίας ἔτι ἦρος ὄντος, εἰς ῥητὴν ἡμέραν ἣν ὥρισαν. Καὶ οἱ μὲν, ὧδε ἀλλήλους συνιέναι προετρέποντο. Ἤδη δὲ συνίστασθαι μελλούσης τῆς ἐν Ταρσῷ συνόδου, συνελθόντες ἐν Καρίᾳ τῆς Ἀσίας ἀμφὶ τριάκοντα τέσσαρες τῶν Ἀσιανῶν ἐπισκόπων, τὴν μὲν ἐπὶ τῇ ὁμονοίᾳ τῶν ἐκκλησιῶν σπουδὴν ἐπῄνουν: παρῃτοῦντο δὲ τὸ τοῦ ὁμοουσίου ὄνομα: καὶ τὴν ἐν Ἀντιοχείᾳ καὶ Σελευκείᾳ ἐκτεθεῖσαν πίστιν χρῆναι κρατεῖν ἰσχυρίζοντο, ὡς καὶ Λουκιανοῦ τοῦ μάρτυρος οὖσαν, καὶ μετὰ κινδύνων καὶ πολλῶν ἱδρώτων παρὰ τῶν πρὸ αὐτῶν δοκιμασθεῖσαν.