Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ταῦτα λέγοντες, οὐκ ἔπειθον. Ἀντεῖχον δὲ ὅμως, καὶ βιάζεσθαι οὐ συνεχώρουν. Πανταχόθεν δὲ τοῦ δήμου συρρέοντος, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἀνὰ τὴν πόλιν ὄντων, καὶ στάσεως προσδοκωμένης, ἐμήνυσεν ὁ ὕπαρχος βασιλεῖ τὰ γενόμενα,

συγχωρήσας αὐτὸν ἐν τῇ πόλει διάγειν. Ἤδη δὲ πολλῶν διαγενομένων ἡμερῶν, καὶ τῆς κινηθείσης στάσεως πεπαῦσθαι δοκούσης, ἑσπέρας λαθὼν Ἀθανάσιος ἐξῆλθε τῆς πόλεως, καὶ εἴς τι χωρίον ἐκρύπτετο.

Ἀωρὶ δὲ τῆς αὐτῆς νυκτὸς ὁ ὕπαρχος Αἰγύπτου, καὶ ὁ τῶν τῇδε στρατευμάτων ἡγεμὼν, κατέλαβον τὴν ἐκκλησίαν, ἐν ᾗ τὸ καταγώγιον εἶχε: πανταχοῦ τε καὶ εἰς τὰς ὑπερῴους οἰκήσεις ἀναζητήσαντες αὐτὸν, ὑπεχώρουν διαμαρτόντες τῆς βουλῆς: ᾤοντο γὰρ λοιπὸν τοῦ πλήθους ἐπιλελησμένου τῆς προτέρας κινήσεως, εἰ ἐπίθοιντο πάντων πρὸς ὕπνον τετραμμένων, ῥᾳδίως τὴν βασιλέως πρόσταξιν ἐπιτελέσειν,

καὶ τὴν πόλιν ἀστασίαστον φυλάξειν. Θαῦμα δὲ πάντας εἰκότως εἶχεν, Ἀθανασίου μὴ εὑρεθέντος. Εἴτε γὰρ θείας δυνάμεως προειπούσης ὑπανεχώρησεν,

567
εἴτε τινῶν ἀναγγειλάντων, ἀμφότερα εἰς ταὐτὸν τελεῖ. Καὶ προμηθείας ἢ κατὰ ἄνθρωπον ἐδόκει, εἰς ἀναγκαῖον ὧδε καιρὸν προμαθεῖν τὴν ἐπιβουλὴν καὶ φυλάξασθαι. Ἕτεροι δέ φασιν, ὡς τὴν τοῦ πλήθους παράλογον κίνησιν προορῶν, δείσας τε μὴ τῶν ἐντεῦθεν συμβησομένων δεινῶν αἴτιος εἶναι δόξει, πάντα τοῦτον τὸν χρόνον ἐν πατρῴῳ μνήματι διέτριβε.