Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐνταῦθα δὲ παῖδες Ἑλλήνων μυθεύουσι, Δάφνην τὴν Λάδωνος τοῦ παταμοῦ, ἐξ Ἀρκαδίας φεύγουσαν Ἀπόλλωνα τὸν ἐραστὴν, εἰς ὁμώνυμον φυτὸν αὐτὴν μεταβαλεῖν: τὸν δὲ, μηδὲ οὕτως ἀπαλλαγέντα τοῦ πάθους, στεφανωθῆναι τοῖς κλάδοις τῆς ἐρωμένης, καὶ δένδρον οὖσαν περιπτύξασθαι, καὶ τῇ προσεδρίᾳ τὰ μάλιστα τιμῆσαι τὸ χωρίον, εἴπερ τὶ ἄλλο κεχαρισμένον αὐτῷ.

Τοιούτῳ δὲ ὄντι τῷ προαστείῳ τῇ Δάφνῃ, ἐπιβαίνειν τοῖς ἐπιεικέσιν αἰσχρὸν ἐνομίζετο. Ἥ τε γὰρ θέσις καὶ ἡ φύσις τοῦ χωρίου πρὸς ῥαστώνην ἐπιτηδεία, καὶ ἡ ὑπόθεσις τοῦ μύθου ἐρωτική τις οὖσα, μικρᾶς λαβομένη ἀφορμῆς διπλοῦν ἀπετέλει

506

τὸ πάθος τοῖς διεφθαρμένοις νέοις. Εἰς παραίτησιν γὰρ προϊσχόμενοι τὰ μυθευόμενα, χαλεπῶς ἐξεκαίοντο, καὶ ἀνέδην εἰς ἀκολάστους πράξεις ἐχώρουν, οὐ σωφρονεῖν δυνάμενοι, οὔτε σώφρονας κατὰ ταὐτὸν ὁρᾷν ἀνεχόμενοι. Ὧι γὰρ ἡ διατριβὴ ἐκτὸς ἐρωμένης ἐν Δάφνῃ ἐτύγχανεν,

ἠλίθιός τε καὶ ἄχαρις ἐδόκει: καὶ ὥσπερ τὶ ἄγος ἢ ἀποτρόπαιος, φευκτέος ἦν. Καὶ ἄλλως δὲ σεβάσμιος καὶ περὶ πολλοῦ τοῖς Ἑλληνισταῖς ὁ χῶρος οὗτος ἐτύγχανεν: ἦν γὰρ ἐνθάδε Δαφναίου Ἀπόλλωνος περικαλλὲς ἄγαλμα, καὶ νεὼς μεγαλοφυῶς τὲ καὶ φιλοτίμως ἐξειργασμένος: ὃν λόγος οἰκοδομῆσαι Σέλευκον τὸν Ἀντιόχου πατέρα,

ᾧ ἐπώνυμόν ἐστιν ἡ Ἀντιοχέων πόλις. Ἐπιστεύετο δὲ παρὰ τοῖς τάδε πρεσβεύουσι, ῥεῖν αὐτόθι καὶ ὕδωρ μαντικὸν ἀπὸ Κασταλίας τῆς πηγῆς, ὁμοίως τῆς ἐν Δελφοῖς ἐνεργείας τε καὶ προσηγορίας λαχούσης. Ἀμέλειτοι καὶ Ἀδριανῷ ἔτι ἰδιωτεύοντι, τὰ περὶ τῆς βασιλείας αὐχοῦσιν ἐνθάδε προμηνυθῆναι.

Φασὶ γὰρ

507
αὐτὸν φύλλον Δάφνης ἐμβάψαντα τῇ πηγῇ, ἀρύσασθαι τὴν τῶν ἐσομένων γνῶσιν, ἐγγράφως ἐπὶ τοῦ φύλλου δηλωθεῖσαν. Παρελθόντα δὲ εἰς τὴν ἡγεμονίαν καταχῶσαι τὴν πηγὴν, ὥστε μὴ ἐξεῖναι καὶ ἄλλοις προμανθάνειν τὸ μέλλον.

Ἀλλὰ ταῦτα μὲν οἷς τούτων μέλει, ἀκριβῶς μυθολογούντων: ἐπεὶ δὲ Γάλλος ὁ Ἰουλιανοῦ ἀδελφὸς Καῖσαρ καταστὰς παρὰ Κωνσταντίου, ἐν Ἀντιοχείᾳ διῆγε, Χριστιανὸς ὢν καὶ ἐς τὰ μάλιστα πρεσβεύων τοὺς ὑπὲρ τοῦ δόγματος μεμαρτυρηκότας, ἔγνωκεν Ἑλληνικῆς δεισιδαιμονίας καὶ ὕβρεως ἀκολάστων ἀνθρώπων τοῦτον ἐκκαθᾶραι τὸν χῶρον.