Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὑπολαβὼν δὲ ῥᾳδίως περιέσεσθαι, εἰ εὐκτήριον ἐνθάδε ἀντικαταστήσειεν οἶκον, μετέθηκεν εἰς Δάφνην τὴν λάρνακα τοῦ Βαβύλα τοῦ μάρτυρος: ὃς εὖ μάλα λαμπρῶς ἐπετρόπευσε τὴν Ἀντιοχέων ἐκκλησίαν, καὶ ἐμαρτύρησεν.

Ἐξ ἐκείνου δὲ λόγος, μὴ χρησμῳδῆσαι συνήθως τὸ δαιμόνιον: ἐδόκει δὲ τὰ μὲν πρῶτα τοῦτο παθεῖν, ὡς θυσιῶν ἀμοιροῦν καὶ θεραπείας ἧς πρότερον ἠξίωτο: ἔδειξε δὲ τὰ μετὰ ταῦτα,

508
ὡς ἐκ γειτόνων γενόμενος ὁ μάρτυς, οὐ συνεχώρει τοῦτο ποιεῖν.

Καὶ γὰρ Ἰουλιανοῦ μόνου κρατοῦντος τῆς Ῥωμαίων οἰκουμένης, σπονδῶν καὶ κνίσσης καὶ ἀφθονίας θυμάτων μετέχων, οὐδὲν ἧττον ἠρέμει: καὶ τὸ τελευταῖον χρήσας, ἤλεγξε καὶ αὐτὸς τῆς προτέρας σιωπῆς τὴν αἰτίαν.

Ἐπειδὴ γὰρ ἐβεβούλευτο ὁ βασιλεὺς περὶ ὧν οἱ ἐδόκει πειραθῆναι τοῦ ἐνθάδε μαντείου, παραγενόμενος εἰς τὸ ἱερὸν, ἀναθήμασι καὶ θυσίαις φιλοτίμως ἐτίμα τὸ δαιμόνιον, καὶ ἐδεῖτο περὶ ὧν ἐσπούδαζε μὴ ἀμελεῖν. Ὁ δὲ, περιφανῶς μὲν ὡδὶ οὐκ ἐδήλωσε μὴ δύνασθαι χρησμῳδεῖν διὰ Βαβύλαν τὸν μάρτυρα γειτνιῶντα τῇ θήκῃ: νεκρῶν δὲ, ἔφη, ἀνάπλεών ἐστι τὸ χωρίον, καὶ κατὰ τοῦτο κωλύεσθαι προϊέναι τοὺς χρησμούς.

Πολλῶν δὲ καὶ ἄλλων κειμένων ἐν Δάφνῃ νεκρῶν, συμβαλὼν ὁ βασιλεὺς τὸν μάρτυρα μόνον ἐμποδὼν γίνεσθαι τοῖς χρησμοῖς, προσέταξε μετακινηθῆναι τὴν θήκην. Συνελθόντες

509
οἱ Χριστιανοὶ, ἕλκυσαν τὴν θήκην ἐπὶ τὴν πόλιν ὡσεὶ στάδια τεσσαράκοντα,

οὗ νῦν ὁ μάρτυς κεῖται, δεδωκὼς ἀπ̓ αὐτοῦ τὴν προσηγορίαν τῷ τόπῳ. Φασὶ δὲ τότε ἄνδρας καὶ γυναῖκας, καὶ νέους καὶ παρθένους, γέροντάς τε καὶ παῖδας οἳ τὴν σορὸν εἷλκον, παρακελευομένους ἀλλήλοις, παρὰ πᾶσαν τὴν ὁδὸν διατελέσαι ψάλλοντας: πρόφασιν μὲν τῇ ὠδῇ τοὺς ἱδρῶτας ἐπικουφίζοντας: τὸ δ̓ ἀληθὲς, ὑπὸ ζήλου καὶ προθυμίας κινουμένους, τῷ μὴ τὴν αὐτὴν γνώμην ἔχειν αὐτοῖς τὸν κρατοῦντα περὶ τὸ θεῖον.

Ἐξῆρχον δὲ τῶν ψαλμῶν τοῖς ἄλλοις, οἱ τούτους ἀκριβοῦντες, καὶ ξυνεπήχει τὸ πλῆθος ἐν συμφωνίᾳ: καὶ ταύτην τὴν ῥῆσιν ἐπῇδεν: Ἠσχύνθησαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι τοῖς εἰδώλοις.