Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς, τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν, Ἀνέγνων, ἔγνων, κατέγνων: τοὺς δὲ, πρὸς ταῦτα ἀντιγράψαι, Ἀνέγνως,

503
ἀλλ̓ οὐκ ἔγνως: εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως.

Εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάτῃ τῆς Καππαδοκῶν ἐκκλησίας ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι: καὶ οὐκ ἀπεικός: ἀλλ̓ εἴτε αὐτοῦ, εἴτε ἄλλου ταῦτα ἐστὶν, ἄγασθαι δικαιον ἀνδρείας καὶ παιδεύσεως τὸν γράψαντα.

Περὶ τοῦ λόγου τοῦ Ἰουλιανοῦ, ὃν ἐπέγραψε μισοπώγωνα: καὶ περὶ τῆς ἐν Ἀντιοχείᾳ Δάφνης: καὶ ἔκφρασις αὐτοῦ: καὶ περὶ τῆς μετακομιδῆς τῶν λειψάνων Βαβύλα τοῦ ἱερμάρτυρος.

Ὁ δὲ βασιλεὺς Πέρσαις ἐπιστρατεῦσαι σπουδάζων, ἧκεν εἰς Ἀντιόχειαν τὴν Σύρων: ἐκβοήσαντος δὲ τοῦ πλήθους, ὡς πολλὰ μέν ἐστι τὰ ἐπιτήδεια, πολλοῦ δὲ πωλοῖτο: ὑπὸ φιλοτιμίας, οἶμαι, τὸν δῆμον ἐπαγόμενος, ἐπὶ ἥττονι ἢ ἔδει τιμήματι τὰ ἐπ̓ ἀγορᾶς ὤνια πωλεῖσθαι προσέταξεν.

Ἐκφυγόντων δὲ τῶν καπήλων, τὰ μὲν ἐπιτήδεια ἐπέλιπεν. Ἀντιοχεῖς

504
δὲ δεινὸν τοῦτο ποιούμενοι, τὸν βασιλέα ὕβριζον, καὶ εἰς τὸν πώγωνα αὐτοῦ ὡς βαθὺς εἴη ἐπέσκωπτον, καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα.

Τὸν γὰρ κόσμον ἐπίσης τῶν ὑπτίων ταύρων ὑπ̓ αὐτῷ ἡγεμόνι ἀνατετράφθαι ἐπετώθαζον. Ὁ δὲ, τὰ πρῶτα ὀργισθεὶς, ἠπείλει Ἀντιοχέας κακῶς ποιήσειν: καὶ εἰς Ταρσὸν μετοικίζεσθαι παρεσκευάζετο. Ὑπερφυῶς δὲ τοῦ θυμοῦ μεταβαλλόμενος, λόγοις μόνοις τὴν ὕβριν ἠμύνατο: κάλλιστον καὶ μάλα ἀστεῖον λόγον, ὃν μισοπώγωνα ἐπέγραψε, κατὰ Ἀντιοχέων διεξελθών.

Χριστιανοῖς δὲ κἀνταῦθα ὁμοίως ἐχρῆτο, καὶ τὸ Ἑλληνικὸν κρατύνειν ἐσπούδαζεν. Οἷα γοῦν τότε συνέβη περὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος,

καὶ τῷ ἐν Δάφνῃ ναῷ τοῦ Ἀπόλλωνος, ἄξιον ἀφηγήσασθαι. Ἄρχομαι δὲ ἐντεῦθεν. Δάφνη, τὸ ἐπίσημον τῆς Ἀντιοχείας προάστειον, κομᾷ μὲν ἄλσει κυπαρίσσων πολλῶν: ποικίλλεται δὲ καὶ τοῖς ἄλλοις φυτοῖς ἀναμὶξ ταῖς κυπαρίσσοις. Ὑπὸ δὲ τοῖς δένδρεσιν, ἀμοιβαδὸν τῶν ὡρῶν εὐώδη καὶ παντοδαπὰ

505
εἴδη ἀνθῶν ἡ γῆ φέρει. Ὀροφὴ δέ τις μᾶλλον ἢ σκιὰ πανταχοῦ τὸν χῶρον περίκειται, τῇ πυκνότητι τῶν κλάδων καὶ τῶν φύλλων μὴ συγχωροῦσα τὴν ἀκτῖνα τῷ ἐδάφει ἐμβάλλειν: ἡδύς τε καὶ λίαν ἐπέραστός ἐστιν, ἀφθονίᾳ τε καὶ κάλλει ὑδάτων, καὶ ὡρῶν εὐκρασίᾳ, καὶ προσηνῶν ἀνέμων πνοαῖς.