Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἡλίκος μὲν οὖν τὴν φύσιν ἐγεγόνει, καὶ ἐκ τούτου τεκμαίρεσθαι χρεών. Ἦν δὲ καὶ τὸν βίον ἐξ ἀγαθῶν ἔργων καὶ ἀκριβοῦς πολιτείας ἐπιφανὴς, καὶ ἡσυχίας εἰς ἄγαν ἐραστής. Σεμνὸς δὲ, καὶ τὰς διαβολὰς ἐπὶ

290
τοσοῦτον εὐλαβούμενος,

ὡς πάσης γυναικὸς καὶ αὐτὴν τὴν θέαν φυλάττεσθαι. Λόγος γοῦν ποτὲ γυναῖκά τινα ἀμελῆ τὸν βίον, ἀναιδῆ δὲ ἴσως τὸν τρόπον, ἢ αὐτὴν τὸν ἄνδρα πειρῶσαν, ἢ ἐπὶ μισθῷ τοῦτο ἄλλοις σπουδάζουσαν, ἐπίτηδες ἐν στενωπῷ ἀντιπρόσωπον ὑπαντῆσαι, ἀσκαρδαμυκτὶ ἐς αὐτὸν βλέπουσαν: τὸν δὲ, ἐπιτιμῆσαι αὐτῇ, καὶ εἰς γῆν ὁρᾷν παρακελεύσασθαι: Καὶ πῶς, ἔφη ἡ γυνὴ, ἥτις οὐκ ἀπὸ γῆς, ἀλλ̓ ἐκ σοῦ ἐγενόμην; δικαιότερον γὰρ εἶναι, σὲ μὲν εἰς γῆν ὁρᾷν ἀφ̓ ἧς ἔχεις τὴν γένεσιν: ἐμὲ δὲ, εἴς σε ὅθεν εἰμί. Θαυμάσας δὲ τὸ γύναιον Ἐφραὶμ, εἰς σύγγραμμα τὸ συμβὰν ἐσχημάτισεν, ὅπερ Σύρων λόγοι ἐν τοῖς σπουδαίοις τῶν αὐτοῦ λόγων τετάχασι.

Λέγεται τὸ πρὶν ἀκρατῶς ὀργῆς ἔχων, ἀφ̓ οὗ τὴν μοναστικὴν ἀγωγὴν μετῆλθε, μηδέπω θεαθῆναι παρά τινος ὀργιζόμενος. Οὕτω γοῦν ἐπὶ πολλαῖς ἡμέραις ὥσπερ

291
εἰώθει νηστεύοντι, προσφέρων αὐτῷ τὸ ὄψον ὁ διακονούμενος, τὴν χύτραν ἔκλασεν: αἰδοῖ δὲ καὶ δέει κεκρατημένον ἰδὼν, Ἀλλὰ θάρρει: καὶ ἡμεῖς, ἔφη, πρὸς τὸ ὄψον ἴωμεν, ἐπειδὴ πρὸς ἡμᾶς οὐκ ἦλθε. Καὶ καθεσθεὶς περὶ τὰ κλάσματα τῆς χύτρας,

ἐδείπνησεν. Ὅσον δὲ κενῆς ἐκράτει δόξης, ἐντεῦθεν ἰστέον. Ποτὲ ψῆφον ἐπισκοπῆς ἐνηνόχασιν ἐπ̓ αὐτόν τινες, καὶ συλλαβεῖν ἐπειρῶντο, ὡς ἐπὶ τὴν χειροτονίαν ἄξοντες: αὐτίκα δὲ αἰσθόμενος, εἰς τὴν ἀγορὰν ἐνέβαλε, καὶ οἷα παραπαίων ἐδείκνυ ἑαυτὸν, ἀτάκτως βαδίζων, καὶ τὴν ἐσθῆτα ἐπισύρων, καὶ δημοσίᾳ ἐσθίων: ἐπεὶ δὲ ἔξω φρενῶν εἶναι νομίσαντες οἱ συλληψόμενοι τῆς ἐπ̓ αὐτὸν ὁρμῆς ἀνεκόπησαν, καιρὸν εὑρὼν ἀπέδρασε,

καὶ μέχρι ἕτερος ἐχειροτονήθη, διέλαθεν. Ἀλλὰ τούτοις μὲν ἐγὼ περὶ τοῦ Ἐφραὶμ ἀρκεσθήσομαι. Τὰ δὲ πλείω ἴσασιν, εἴ τε καὶ λέγουσιν οἱ ἐπιχώριοι. Οἷον δὲ αὐτῷ εἴργασται οὐ πρὸ πολλοῦ τῆς τελευτῆς, ἐπεὶ ἀξιομνημόνευτον εἶναί μοι δοκεῖ, ἐνθάδε ἀναγράψομαι.

292