Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λιμοῦ γὰρ προκαταλαβόντος τὴν Ἐδεσηνῶν πόλιν, διὰ πολλοῦ χρόνου προελθὼν τοῦ οἰκήματος ἐν ᾧ ἐφιλοσόφει, κατεμέμφετο τοὺς τὰς οὐσίας ἔχοντας, ὡς οὐ δέον ὑπερορῶντας τὸ ὁμόφυλον ἀπορίᾳ ἐπιτηδείων φθειρόμενον, τὸν δὲ οἰκεῖον πλοῦτον ἐπιμελῶς φυλάττοντας, ἐπὶ βλάβῃ σφῶν καὶ τιμωρίᾳ τῆς ἰδίας ψυχῆς, ἣν τιμιωτέραν παντοδαποῦ πλούτου καὶ αὐτοῦ τοῦ σώματος καὶ τῶν ἄλλων, φιλοσοφῶν ἐδείκνυ: παῤ οὐδὲν δὲ ταύτην ποιουμένους, διὰ τῶν ἔργων ἀπήλεγχεν.

Οἱ δὲ, αἰδεσθέντες τὸν ἄνδρα καὶ τοὺς αὐτοῦ λόγους, Ἀλλ̓ οὐδὲν ἡμῖν μέλει οὐσίας, ἔφασαν: ᾧ δὲ τὰ τοιαῦτα ἐπιτρέψομεν διακονεῖσθαι, ἀποροῦμεν, σχεδὸν πάντων πρὸς κέρδος κεχηνότων, καὶ καπηλείαν τὸ πρᾶγμα ποιουμένων. Ὑπολαβὼν δὲ, Οἷος ὑμῖν δοκῶ; ἤρετο: τῶν δὲ, ἀξιόχρεών τε καὶ μάλα καλὸν καὶ ἀγαθὸν εἶναι, καὶ τοιοῦτον οἷον ἡ περὶ αὐτοῦ δόξα ἐκράτει, συνομολογούντων: Οὐκοῦν ἑκοντὴς, ἔφη,

δἰ ὑμᾶς ἐπὶ τοῦτο χειροτονήσω ἐμαυτόν. Καὶ λαβὼν

293
ἀργύριον παῤ αὐτῶν, ἀμφὶ τὰς τριακοσίους κλίνας ἐν τοῖς δημοσίοις ἐμβόλοις εἶχε. Καὶ τῶν ἀπὸ λιμοῦ νοσούντων ἐπεμελεῖτο, καὶ ξένους καὶ τοὺς κατὰ σπάνιν ἀναγκαίων ἐκ τῶν ἀγρῶν παραγενομένους ἐδεξιοῦτο. Ἐπεὶ δὲ ὁ λιμὸς ἐπαύσατο, ἐπανῆλθεν εἰς τὸ οἴκημα ἔνθα καὶ πρὸ τούτου διέτριβε. Καὶ ὀλίγων ἡμερῶν ἐπιβιώσας, ἐτελεύτησε: διακονίας μὲν ἄχρι κληρικοῦ τάγματος ἐπιβάς: περιβόητος δὲ ἐπὶ ἀρετῇ γεγονὼς, οὐχ ἧττον τῶν ἱερωσύνῃ καὶ πολιτείᾳ ἀγαθοῦ βίου καὶ παιδεύσει θαυμαζομένων. Ταῦτα τῆς Ἐφραὶμ ἀρετῆς τὰ μηνύματα.

Ἐπαξίως δὲ εἰπεῖν, καὶ περὶ πάντων διεξελθεῖν, ὡς ἐκεῖνος καὶ ἕκαστος τῶν τότε φιλοσοφησάντων ἐβίω καὶ ἐπολιτεύσατο, καὶ παρὰ τίσι, δεήσει συγγραφέως οἷος αὐτός: ἐμοὶ δὲ ἄπορον εἶναι τοῦτο καθορῶ, ὑπό τε ἀσθενείας λόγων,

καὶ ἀγνοίας αὐτῶν τε τῶν ἀνδρῶν, καὶ ὧν κατώρθωσαν. Οἱ μὲν γὰρ ἀνὰ τὰς ἐρήμους ἐλάνθανον: οἱ δὲ καὶ ἐν ὁμίλῳ πόλεων διατρίβοντες, εὐτελεῖς σφᾶς

294
παρεῖχον φαίνεσθαι, καὶ τῶν πολλῶν μηδὲν διαφέροντας: ἀρετὴν μὲν ἐργαζόμενοι, κλέπτοντες δὲ τὴν ἀληθῆ περὶ αὐτῶν δόκησιν, ὥστε μὴ ἐπαινεῖσθαι παρὰ τῶν ἄλλων: πρὸς γὰρ τὰς ἀμοιβὰς τῶν ἐσομένων ἀγαθῶν τὸν νοῦν τείνοντες, μάρτυρα ὧν ἐπόνουν μόνον τὸν Θεὸν ἐποιοῦντο, τῆς δὲ ἔξωθεν δόξης οὐδεὶς αὐτοῖς λόγος ἦν.