Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἐπίσης τῷ Σύρος εἶναι θαυμάζεται. Ἀμέλει τοι καὶ Βασίλειος, ὁ τὴν Καππαδοκῶν μητρόπολιν μετὰ ταῦτα ἐπισκοπήσας, ἠγάσθη τὸν ἄνδρα, καὶ τῆς παιδεύσεως ἐθαύμασεν. Ὥστε μοὶ δικαίως καταφαίνεται, κοινῇ παρὰ τῶν τότε παῤ Ἕλλησιν ἐπὶ λόγοις θαυμαζομένων ταύτην τὴν μαρτυρίαν ἀπενέγκασθαι τὸν Ἐφραὶμ, διὰ τῆς τοῦ Βασιλείου φωνῆς ἐξενεχθεῖσαν, ὡς τῶν κατ̓ αὐτὸν πάντων ἐλλογιμώτερος γεγενῆσθαι συνωμολόγηται.

Λέγεται δὲ τὰς πάσας ἀμφὶ τὰς τριακοσίας μυριάδας ἐπῶν συγγράψαι, καὶ

288
μαθητὰς ἐσχηκέναι πολλοὺς, σπουδῇ τὴν αὐτοῦ παίδευσιν ζηλώσαντας: ἐπισημοτάτους δὲ Ἀββᾶν, καὶ Ζηνόβιον, Ἁβραάμ τε καὶ Μαρᾶν καὶ Συμεῶνα: ἐφ̓ οἷς μέγα αὐχοῦσιν Σύρων παῖδες, καὶ ὅσοι τὴν παῤ αὐτοῖς παιδείαν ἠκρίβωσαν. Ἐπίσης δὲ Παυλωνᾶν, καὶ Ἀρανὰδ ἐπαινοῦσιν ἐπὶ εὐγλωττίᾳ:

φασὶ δὲ τῶν ὑγιῶν δογμάτων διαμαρτεῖν αὐτούς. Οὐκ ἀγνοῶ δὲ, ὡς καὶ πάλαι ἐλλογιμώτατοι τοῦτον τὸν τρόπον παρὰ Ὀσροηνοῖς ἐγένοντο, Βαρδησάνης τὲ, ὃς τὴν παῤ αὐτοῦ καλουμένην αἵρεσιν συνεστήσατο, καὶ Ἁρμόνιος ὁ Βαρδησάνου παῖς: ὅν φασι διὰ τῶν παῤ Ἕλλησι λόγων ἀχθέντα, πρῶτον μέτροις καὶ νόμοις μουσικοῖς τὴν πάτριον φωνὴν ὑπαγαγεῖν, καὶ χοροῖς παραδοῦναι, καθάπερ καὶ νῦν πολλάκις οἱ Σύροι ψάλλουσιν, οὐ τοῖς Ἁρμονίου συγγράμμασιν, ἀλλὰ τοῖς μέλεσι χρώμενοι.

Ἐπεὶ γὰρ οὐ παντάπασιν ἐκτὸς ἦν τῆς πατρῷας

289
αἱρέσεως, καὶ ὧν περὶ ψυχῆς, γενέσεώς τε καὶ φθορᾶς σώματος, καὶ παλιγγενεσίας, οἱ παῤ Ἕλλησι φιλοσοφοῦντες δοξάζουσιν, οἷά γε ὑπὸ λύραν ἃ συνεγράψατο συνθεὶς,

ταυτασὶ τὰς δόξας τοῖς οἰκείοις προσέμιξε γράμμασιν. Ἰδὼν δὲ Ἐφραὶμ κηλουμένους τοὺς Σύρους τῷ κάλλει τῶν ὀνομάτων, καὶ τῷ ῥυθμῷ τῆς μελῳδίας, καὶ κατὰ τοῦτο προσεθιζομένους ὁμοίως αὐτῷ δοξάζειν, καίπερ Ἑλληνικῆς παιδείας ἄμοιρος, ἐπέστη τῇ καταλήψει τῶν Ἁρμονίου μέτρων: καὶ πρὸς τὰ μέλη τῶν ἐκείνου γραμμάτων ἑτέρας γραφὰς συνᾳδούσας τοῖς ἐκκλησιαστικοῖς δόγμασι συνέθηκεν: ὁποῖα αὐτῷ πεπόνητο ἐν θείοις ὕμνοις καὶ ἐγκωμίοις ἀπαθῶν ἀνδρῶν. Ἐξ ἐκείνου τε Σύροι κατὰ τὸν νόμον τῆς Ἁρμονίου ᾠδῆς τὰ τοῦ Ἐφραὶμ ψάλλουσιν.