Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Φασὶ δὲ αὐτὸν ἰατρὸν ὄντα τὰ πρῶτα ἐν Ἀντιοχείᾳ τῶν Σύρων, σπουδαίως δὲ ταῖς ἐκκλησίαις φοιτῶντα καὶ περὶ τῶν ἱερῶν γραφῶν διαλεγόμενον, γνώριμον γενέσθαι Γάλλῳ, Καίσαρι ὄντι τότε, πολὺν ποιουμένῳ λόγον τῆς θρησκείας, καὶ τοῖς εὐσεβείας ἐπιμελουμένοις εἰς ἄγαν

285
χαίροντι. Ὡς δὲ εἰκὸς, προφάσει τοιούτων διαλέξεων φίλον αὐτῷ γενόμενον, ἀσκηθῆναι τοῦτο τὸ εἶδος τῶν λόγων, ἵνα μᾶλλον ἀρέσκῃ. Ἐλέγετο γὰρ καὶ διὰ τῶν Ἀριστοτέλους μαθημάτων ἐλθεῖν, καὶ ἐν Ἀλεξανδρείᾳ φοιτῆσαι τοῖς τούτων διδασκάλοις.

Καὶ ἕτεροι δὲ παρὰ τούτους πλῆθος ἐν ταῖς ἐκκλησίαις ἦσαν, ἱκανοὶ διδάσκειν καὶ διαλέγεσθαι περὶ τῶν ἱερῶν γραφῶν:

ἀπαριθμήσασθαι δὲ πάντας, ἔργον. Μήτῳ δὲ χαλεπὸν εἶναι δόξῃ, ὅτι τινὰς τῶν εἰρημένων αἱρέσεων ἢ ἀρχηγοὺς ἢ σπουδαστὰς γενομένους ἐπαινέσας ἔχω: εὐγλωττίας γὰρ ἕνεκεν καὶ τῆς ἐν τοῖς λόγοις δεινότητος, θαυμασίους εἶναι σύμφημι: δογμάτων δὲ πέρι, κρινέτωσαν οἷς τοῦτο ποιεῖν θέμις: οὐδὲ γὰρ τάδε συγγράφειν προὐθέμην, οὔτε ἱστορίᾳ πρέπον: ᾗ ἔργον, μόνα τὰ ὄντα ἀφηγεῖσθαι, μηδὲν οἰκεῖον ἐπεισαγούσῃ. Ὅσοι μὲν δὴ τότε ὧν παρειλήφαμεν, τῇ Ῥωμαίων καὶ Ἑλλήνων φωνῇ κεχρημένοι, ἐπὶ παιδεύσει

286
καὶ λόγοις ἐνδοξότατοι ἐγένοντο, ἐν τοῖς εἰρημένοις τετάχθω.

Περὶ τοῦ ἁγίου Ἐφραίμ.

Ἐώκει δὲ πάντας παρευδοκιμεῖν, καὶ ἐς τὰ μάλιστα τὴν καθόλου ἐκκλησίαν σεμνύνειν, Ἐφραὶμ ὁ Σύρος: ὃς ἐκ Νισίβεως ἢ τῶν τῇδε χωρίων τὸ γένος εἶχεν, ἐν φιλοσοφίᾳ δὲ μοναστικῇ τὸν βίον ἐξασκήσας, οὔτε μαθὼν, οὔτε προσδοκηθεὶς τοιοῦτος εἶναι, ἐξαπίνης ἐπὶ τοσοῦτον παιδείας κατὰ τὴν Σύρων φωνὴν ἐπέδωκεν, ὡς φιλοσοφίας μὲν τῶν ἄκρων ἐφικέσθαι θεωρημάτων: εὐκολίᾳ δὲ καὶ λαμπρότητι λόγου, καὶ τῷ πυκνῷ καὶ σώφρονι τῶν νοημάτων, ὑπερβαλέσθαι τοὺς παῤ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας.

Οὕτω γοῦν τῶν μὲν, εἴτις πρὸς τὴν Σύρων ἢ ἑτέραν

287
γλῶτταν μεταβάλλοι τὰ γράμματα, καὶ τὴν καρυκείαν, ὡς εἰπεῖν, ἀφέλοιτο τῶν Ἑλληνικῶν γλωττισμάτων, αὐτίκα φωρᾶται, καὶ τῆς προτέρας ἀπορρεῖ χάριτος: ἐπὶ δὲ τῶν Ἐφραὶμ λόγων, οὐχ οὕτως. Περιόντος τε γὰρ αὐτοῦ, καὶ εἰσέτι νῦν, ἃ συνεγράψατο πρὸς Ἑλληνίδα φωνὴν ἑρμηνεύουσι: καὶ οὐ πολὺ ἀποδεῖ τῆς ἐν ᾧ πέφυκεν ἀρετῆς: ἀλλὰ καὶ Ἕλλην ἀναγινωσκόμενος,