Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ τὴν φύσιν βιάζηται πρὸς τὸν ὕπνον μαχόμενος. Οὕτω τις φιλάνθρωπος καὶ πρᾷος, καὶ πρὸς τοὺς πέλας καὶ πρὸς πάντας ὑπάρχεις, τὸν οὐράνιον βασιλέα τὸν σὸν προστάτην μιμούμενος, ᾧ φίλον ἐστὶν ἐπὶ δικαίους καὶ ἀδίκους ὕειν,

καὶ τὸν ἥλιον ἀνατέλλειν, καὶ τὰ ἄλλα ἀφθόνως παρέχειν. Ὑπὸ γοῦν πολυμαθίας, ὡς εἰκὸς,

6
ἀκούω σὲ καὶ λίθων εἰδέναι φύσεις, καὶ δυνάμεις ῥιζῶν, καὶ ἐνεργείας ἰαμάτων, οὐχ ἧττον ἢ Σολομὼν ὁ Δαβὶδ ὁ σοφώτατος.

Μᾶλλον δὲ κἀκείνου πλεονεκτεῖς ταῖς ἀρεταῖς. Ὁ μὲν γὰρ δοῦλος γενόμενος τῶν ἡδονῶν, οὐ μέχρι τέλους τὴν εὐσέβειαν διεφύλαξε, τὴν αἰτίαν τῶν ἀγαθῶν καὶ τῆς σοφίας αὐτῷ γενομένην. Σὺ δὲ, ὦ κράτιστε, τὸν ἐγκρατῆ λογισμὸν ἀντιτάξας τῇ ῥαστώνῃ, εἰκότως νομίζῃ, μὴ μόνον ἀνθρώπων αὐτοκράτωρ εἶναι, ἀλλὰ καὶ τῶν παθῶν τῆς ψυχῆς καὶ τοῦ σώματος.

Εἰ δὲ δεῖ καὶ ταῦτα λέγειν, πυνθάνομαί σε καὶ παντὸς ὄψου καὶ ποτοῦ τὴν ἐπιθυμίαν νικᾷν: καὶ μήτε σῦκα γλυκερὰ, ποιητικῶς εἰπεῖν, μὴτ̓ ἄλλο τι τῶν ὡραίων ἑλεῖν σε δύνασθαι, πλὴν ὅσον ἐπιψαῦσαι καὶ μόνον ἀπογεύσασθαι, πρότερον εὐλογήσαντα τὸν πάντων δημιουργόν. Δίψους δὲ καὶ πνίγους καὶ ῥίγους κρατεῖν ἐθισθεὶς ἐν ταῖς καθ̓ ἡμέραν ἀσκήσεσι, φύσιν ἔχειν νομίζῃ τὴν ἐγκράτειαν.

Πρώην γέτοι τὴν ἐν Πόντῳ πόλιν Ἡρακλέους

7
ἐπώνυμον σπεύδων ἰδεῖν, καὶ ἐγεῖραι τῷ χρόνῳ κάμνουσαν, ὥρᾳ θέρους τὴν διὰ Βιθυνῶν ᾔεις ὁδόν. Τοῦ δὲ ἡλίου σφόδρα φλέγοντος περὶ μέσην ἡμέραν, ἰδὼν σέ τις τῶν δορυφόρων ἱδρῶτι πολλῷ καὶ κονιορτῷ πεφυρμένον, ὡς δὴ χαριούμενος, φθάσας προσεκόμισέ σοι φιάλην εὖ μάλα λαμπρῶς πρὸς τὰς ἀκτῖνας ἀντιστίλβουσαν, ἡδὺν αὐτῇ τινὰ ποτὸν ἐμβαλὼν, καὶ ψυχρὸν ὕδωρ ἐπιχέας. Σὺ δὲ, ὦ κράτιστε, προσδεξάμενος, ἐπῄνεσας μὲν τῆς προθυμίας τὸν ἄνδρα, καὶ δῆλος ἦσθα μετ̓ οὐ πολὺ τοῦτον φιλοτιμίᾳ βασιλικῇ καλῶς ποιήσων. Πάντων δὲ τῶν στρατιωτῶν πρὸς τὴν φιάλην κεχῃνότων, καὶ μακαριούντων ὃς πίεται, πάλιν αὐτῷ, ὦ γενναῖε, τὸ ποτὸν ἀπέδωκας, καὶ ὅπου φίλον αὐτῷ κεχρῆσθαι ἐκέλευσας.