Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀγωνοθέτης δὲ καὶ λόγων κριτὴς προκαθήμενος, οὐ κομψῇ τινὶ φωνῇ καὶ σχήματι κλέπτεις τὴν ἀκρίβειαν: ἀλλ̓ εἰλικρινῶς βραβεύεις, λέξιν οἰκείαν σκοπῶν τῇ προθέσει τοῦ γράμματος, καὶ σχῆμα λόγου, καὶ μέρη, καὶ τάξιν, καὶ ἁρμονίαν, καὶ φράσιν καὶ συνθήκην, καὶ ἐπιχειρήματα, καὶ νοῦν, καὶ ἱστορίαν.

Ἀμείβῃ δὲ τοὺς λέγοντας τῇ τε κρίσει τῇ σῇ καὶ τοῖς κρότοις, καὶ χρυσαῖς εἰκόσιν, ἀναθέσει ἀνδριάντων, καὶ δώροις, καὶ τιμαῖς παντοδαπαῖς. Οἷον δὲ σαυτὸν περὶ τοὺς λέγοντας παρέχεις, οὐ τοιοῦτοι Κρητῶν οἱ πάλαι ἐγένοντο περὶ τὸν ἀοίδιμον ἐκεῖνον Ὅμηρον: ἢ Ἀλευάδαι περὶ Σιμωνίδην, ἢ Διονύσιος ὁ Σικελίας τύραννος περὶ Πλάτωνα τὸν Σωκράτους ἑταῖρον ἢ Φίλιππος ὁ Μακεδὼν περὶ Θεόπομπον

4
τὸν συγγραφέα, καὶ Σευῆρος ὁ Καῖσαρ περὶ Ὀππιανὸν, τὸν ἐν τοῖς μέτροις τῶν ἰχθύων τὰ γένη καὶ τὴν φύσιν καὶ τὴν θήραν ἀφηγησάμενον.

Κρῆτες μὲν γὰρ ἐν χιλίοις νομίσμασιν Ὅμηρον ἀμειψάμενοι τῆς εὐεπείας, ὡς ἀνυπέρβλητον φιλοτιμίαν αὐχοῦντες, ἐν στήλῃ δημοσίᾳ τὴν δωρεὰν ἐγράψαντο. Ἀλευάδαι δὲ καὶ Διονύσιος καὶ Φίλιππος οὐκ ἂν στεγανώτεροι Κρητῶν ἐγένοντο, τῶν ἐπὶ πολιτείᾳ ἀτύφῳ καὶ φιλοσόφῳ σεμνυνομένων: ἀλλὰ τάχος ἂν τὴν ἐκείνων στήλην ἐμιμήσαντο, εἰ μὴ κατόπιν ἦσαν τῇ δωρεᾷ. Σευῆρος δὲ μετρίας ποιήσεως χρυσοῦν κατὰ στίχον Ὀππιανῷ δωρησάμενος, οὕτω τῇ φιλοτιμίᾳ κατέπληξεν,

ὡς χρυσᾶ ἔπη τὰ Ὀππιανοῦ εἰς ἔτι νῦν παρὰ ταῖς πολλοῖς ὀνομάζεσθαι. Ταῦτα τῶν πάλαι φιλομαθῶν καὶ φιλολόγων τὰ δῶρα. Σὺ δὲ, ὦ βασιλεῦ, οὐδενὶ τῶν πώποτε ὑπερβολὴν κατέλιπες ἐν ταῖς περὶ τοὺς λόγους φιλοτιμίαις: καί μοι δοκεῖς οὐκ ἀπεικότως

5
τοῦτο ποιεῖν. Πάντας γὰρ νικῆσαι ταῖς ἀρεταῖς σπουδάζων, εἰς ἐπίδοσιν ἄγεις τὰ σὰ, καθότι τῶν πάλαι κατωρθωμένων Ἕλλησί τε καὶ Ῥωμαίοις τὴν ἱστορίαν ἠκρίβωσας.

Φασὶ δέ σε μεθ̓ ἡμέραν μὲν τὰ περὶ τὰ ὅπλα καὶ τὸ σῶμα ἀσκεῖν, καὶ τὰ τῶν ἀρχομένων διατάττειν πράγματα, δικάζοντά τε, καὶ ἃ χρὴ γράφοντα, ἰδίᾳ τε καὶ κοινῇ τὰ πρακτέα σκοποῦντα: νύκτωρ δὲ τὰς βίβλους περιέπειν. Διακονεῖν δέ σοι λόγος πρὸς τὴν τούτων εἴδησιν λύχνον, ἐκ μηχανῆς τινὸς αὐτομάτως τῇ θρυαλλίδι ἐπιχέοντα τὸ ἔλαιον: ὡς ἂν μηδὲ εἷς τῶν περὶ τὰ βασίλεια, ἐν τοῖς σοῖς πόνοις ταλαιπωρεῖν ἀναγκάζοιτο,